PG 79, col. 1146

ἔνθεμα, φιλοξενίας δοχεῖον, ὲλπίῖων καταιρυγὴ,
ἀσκούντων τροφὴ, πενθούντων παραίνεσις, δακρύων
παρηγορία, θλίψεως ἀντίληψις, ἀγάπης ἔμψηφος,
καὶ μακροθυμίας σύμῴηφος. Ὀργὴ, φρονήσεως διαρ-
παγὴ, καταστάσεως ἀνασκευὴ, φύσεως σύγχυσις,
ἠγριωμένη μορφὴ, κάμινος καρδίας, ἐρευγομένη
φλὸξ, θυμοῦ νόμος, ὕϐρεων μῆνις, μήτηρ θηρίων,
σιωπῶσα μάχη, εὐχῆς σκῶλον. Μακροθυμία, φρονή-
σεως ὅπλον, ὀργῆς δικαστήριον καρδίας, ἰατρεῖον,
θρασυνομένων νουθεσία, ταρασσομένων γαλήνη,
ἀχείμαστος λιμὴν, λυποῦσιν εὑποιῖα, πρὸς πάντας
ηπιότης, βλασφημουμένη εὐλογεῖ, ὑϐριζομένη ἀγαλ-
λεται, στενουμένων παραμύθιον, ἐλπιζομένων ἔσ-
οπτρον, κακουχουμένων βραϐεῖον.
ΚΕΦΛΛ. Δ’.
’Λκηδία, φιλία ἀερικὴ, βημάτων περιαγωγδς,
φιλεργίας μῖσος, ἡσυχίας μάχη. ψαλμῳδίας ζάλη,
εὐχῆς όκνος, ἀσκήσεως χαύνωσις, ἄωρος νυσταγμδς,
C περιστρεφόμενος ὑπνος, μανίας βάρος, κέλλης μῖ-
σος, πόνων ἀντίπαλος, καρτερίας ἀντίζυγος, μελέτης
κήμωτρον, Γραφῶν ἀμαθία, λύπης μέτοχος, ὁρωλό-
γιον πείνης. ’Υπομονὴ, ἀκηδίας διακοπὴ, λογισμῶν
κατακοπὴ, θανάτου μέριμνα, σταυροῦ μελέτη, καθ-
ηλωμένος φόϐος, τυπτόμενος χρυσὸς, θλίψεων νομο-
θήκη, βίϐλος εὐχαριστίας, θώραξ ἡσυχίας, πόνων
ὅπλον, ἀναζέουσα καλλιπονία, ἀρετῶν ὑπογραφὴ.
Κενοδοξία, συντυχίας φαντασία, σχημάτισμα φιλο-
πονίας, ἀληθείας ἐναντία, αἱρέσεων ἀρχηγέτις, δρεξις
προεδρίας, ἐσχάτη προσηγορίας , ἐπαίνων δουλεία,
πολυσχημάτιστον πνεῦμα, μυριόδοντον θηρίον, κε-
νοδοξίας μέση ὑπερηφανία πέπλεκται καὶ φθόνῳ, ἐν
ἀλλήλοις όντα, καὶ δι’ ἀλλήλων πολεμοῦντα, ἡ τρί-
συρος ᾶλυσις τῶν κακῶν, τὸ τριφάρμακον κέρασμα
τῶν παθῶν, ἡ τριττὴ γλῶττα τῶν ἀἶρε-δικῶν. Ἀκε-
νοδοξία, ταπεινοφροσύνης ἐργασία, ἀρεσκείας ἀποο-
στασία, ἐπαίνων ἀϐλεψία, γνώσεως θεωρία, κόσμου
ἐναντία, ψυχῆς εὐαισθησία, εὐτελείας δόγμα, πόνων
κρυπτηρία, εὐφημίας πολεμία, ἐν φθαρτῴ σώματι
ἀπόκρυςος θησαυρός. Φθόνος, ὑπερηφανίας ἐν·
δυμα, ταπεινοφροσύνης ἀπόδυμα, καταλαλιᾶς ῥίζα,
εὐθυμίας ὀφθαλμία, φιλίας ὑπόκρισις, παρρησίας
δόλος, ἀγάπης ἔχθρα, εὐδοκιμούντων ζῆλος, εὐστα-
θούντων τύρϐη, εὐφημουμένων σκῶμμα, ὀφθαλμῶν
ἀλλοίωμα. Τίς ἐστιν ό καθαρὸς τῇ καρδία, ό μὴ
λαμϐανόμενος ἑαυτοῦ ἐπὶ ἐντολῆς Θεοῦ ἁθετήσει, ἧ
ἐλλείψει, ἦ ἐν ἀμελείᾳ. ; Χριστος δὲ ἡ μῶν ἔστω παντὶ
ἔργῳ θελήματος αὐτοῦ εὐοδος. Αὐτῷ ἡ δόξα είς τοὺς
αἰῶνας. Ἀ μην.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.