PG 79, col. 1160

τροφῇ μιᾷ, καὶ ἁκηδιαστὴς μοναχδς ἐν ἔργῳ ἐνί. Φιλ-
ηδόνῳ οὐκ ἀρκέσει μία γυνὴ, καὶ ἀκηδιαστῇ μονα-
χῷ οὐκ ἀρκέσει μία κέλλα.
ΚΕΦᾹΛ. 1Δ’.
Ὀφθαλμδς ἀκηδιαστοῦ ταῖς Θυρίσιν ὲνατενίζει συ-
(νὼς, καὶ ήδιάνοια αὑτοῦ τοὺς ὲπισκεπτομένους
φαντάζεται· ἓτρισεν ὴ θύρα, κάκεῖνος ὲξήλλατο,
φωνῆς ἤκουσε, καὶ διὰ τῆς θυρίδος παρέκυψε, καὶ
οὐκ ἀφίσταται ἐκεῖθεν, ἕως οὗ ναρκήσει καθήμενος.
’Δναγινώσκων ἀκηδιαστὴς χασμᾶται πολλὰ, καὶ πρὸς
ὕπνον καταφέρεται εὐχερῶς, τρίϐει τὰς ὄψεις, καὶ
διατείνει τὰς χεῖρας, καὶ τοῦ βιὸλίου τοὺς ὀφθαλμοὺς
ἀποστήσας. ἐνατενίζει τῷ τοίχῳ, πάλιν ἐπιστρέψας
ἀνέγνω μικρὸν, καὶ ἀναπτύσσων τὰ τέλη τῶν λόγων
περιεργάζεται, ἀριθμεῖ τὰ φύλλα, καί⁹ τὰς τετράδας
ἐπιψηφίζει, ψέγει τὸ γράμμα καὶ τὴν κόσμησιν,
ὕστερον δὲ πτύξας ὑπέθηκε τῇ κεφαλῇ τὸ βιϐλίον,
καὶ καθεύδει ὕπνον οὐ πάνυ βαθὺν, ἡ γὰρ πεῖνα λοι⁶
πδν διεγείρει αὐτοῦ τὴν ψυχὴν, καὶτὰς ἑαυτῆς φρ⁶ν’
τίσεις ποιεῖ. Ἀκηδιαστὴς μοναχδς, ὀκνηρὸς εἰς
προσευχὴν, καὶ οὐ μὴ λαλήσει ποτὲ ῥήματι προσ-
ευχῆς · ὥσπερ γαρὀ νοσῶν οὐ βαστάζει φορτίον βαρὺ,
οὓτω καὶ ἀκηδιαστὴς ού μὴ ποιήσει ἔργον Θεοῦ ἐπι-
μελῶς· καθῄρηται μὲν γὰρ ὁ μὲν τὴν δύναμιν τοῦ
σώματος, ὁ δὲ τους τόνους ὲκλέλυται τῆς ψυχῆς.
Ἀκηδίαν θεραπεύει καρτερία, καὶ τὸ πάντα ποιεῖν
μετὰ πολλῆς προσεδρείας καὶ φόϐου Θεοῦ. Τάξον
μέτρον σεαυτῷ ἐν παντὶ ἔργῳ, καὶ μὴ πρότερον duo.
στῆς, πρὶν τελέσῃς αὐτὸ, καὶ προσεύχου συνετῶς
καὶ εὐτόνως, καὶ πνεῦμα ἁκηδίας φεύξεται ἀπὸ
σου.
ΚΕΦΛΛ. iii'.
"cpi κενοδοξίας.
Κενοδοξία πάθος ἐστὶν ἄλογον, καὶ παντὶ ἔργῳ
ἀρετῆς εὐκόλως συμπλέκεται. Συγκέχυται γραμμὴ
χαραχθεῖσα καθ’ ὓδατος, καὶ ἀρετῆς πόνος ἐν κενο-
δόξῳ ψυχῇ. Λευκὴ γέγονε χεὶρ καλυπτομένη κόλπῳ,
καὶ κρυπτομένη πρᾶξις φωτὸς ἐκλάμπερ φαιδρότερον.
Σμίλαξ περιπλέκεται δένδρῳ, καὶ ὅταν φθάσῃ ἄνω
ξηραίνει τὴν ῥίζαν, κενοδοξία δὲ ταῖς ἀρεταῖς παρα-
φύεται, mi οὐκ ἁρίσταται, ἓως sumen τὴν δύ-
ναμιν. Βότρυς ἐπισυρόμενος τῇ γῇ σήπεται εὐχερῶς,
καὶ ἀρετὴ ἀπόλλυται κενοδοξία ἐπερειδομένη. Μονα-
χὸς κενόδοξος, ἐργάτης ἄμισθος · τὸν πόνον ὑπέστη,
καὶτὸν μισθὸν οὐκ έλαόε. Βαλᾶντιον τετρημένον ού
φυλάττει τὸ βληθὲν, καὶ κενοδοξία ἀπόλλυσι μισθοὺς
ἀρετῶν. Κενοδόξου ἐγκράτεια, καπνὸς καμίνου, καὶ
είς ἀέρα διαλυθήσεται ἀμφότερα. Ἄνεμος ἀφανίζει
ἴχνος ἀνδρὸς, καὶ ἐλεημοσύνην κενόδοξος. Λίθον

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.