PG 82, col. 1292

τυχήκασι δωρεῶν, εἰκότως ἰδίᾳ ἑκάστου ποιησόμεθα
τὸ διήγημα· οὐχ ἅπαντα διεξιόντες τὰ πεπολιτευμένα·
si; γὰρ τὴν τθιαύτην συγγραφὴν οὐδὲ ἄπας ἂν 6
βίος ἀρκέσειεν ἀλλ’ όλίγα τῶν ἑκάστῳ βεϐιωμένων
πεπραγμένων διηγησάμενοι, καὶ διὰ τῶν ὀλίγων
τοῦ παντὸς βίου τδν χαρακτῆρα παραδείξαντες, ἐφ’
ἓτερον βαδιούμεθα. Οὐ πάντων δὲ τῶν ἁπανταχοῦ
’διαπρεψάντων ἁγίων τὴν πολιτείαν ἱστορία παραδοῦ-
ναι πειρασόμεθα’ οὔτε γὰρ ῐσμεν τοὺς πανταχου
διαλάμψαντας, οὗτε δυνατὸν ἅπαντας ὑφ’ ἑνὸς συγ-
γραφῆναι. Μόνων τοίνυν τῶν κατὰ τὴν ἕω φωστήρων
δίκην ἁναφανέντων, καὶ ταῖς ἀκτῖσι τὰ τῆς οίκου-
μένης τέρματα κατειληφότων, ἀναγράψω τὸν βίον.
Ἆφηγημιτικῶς δὲ ό λόγος πρόδήσεται, οὐ νόμοις
ἐγκωμίων χρώμενος, ἀλλ’ ὀλίγων τινῶν ἀτεχνῶς
ποιούμενος τὴν διήγησιν. ’Λξιῶ δὲ τοὺς ἐντευξομέ-
νους τῇδε τῇ φιλοθέῳ ἱστορίᾳ, ἢ ἀσκητικῇ πολιτεία·
ὡς γὰρ βούλεταί τις καλείτω τὸ σύγγραμμω μὴ
ἀπιστεῖν τοῖς λεγομένοις. εί τι ὑπὲρ τὴν ἑαυτῶν
ἀκούοιεν δύναμιν, μηδὲ σφίσιν αὐτοῖς τὴν ἐκείνων
μετρεῖν ἀρετήν· ἀλλ’ ειδέναι σαφῶς, ὡς ταῖς τῶν
εὐσεϐῶν γνώμαις μετρεῖν εεωθεν ό Θεὸς τοῦ ἁγίου
Πνεὺματος τὰ χαρίσματα, καὶ ταῖς τελειοτέραις τὰ
μείζονα δίδωσι. Ταῦτα δέ μοι πρὸς τοὺς οὺ λίαν
άκριὸῶς τά θεῖα μεμυημένους εἰρήσθω. Οἱ γὰρ μύ-
σται τῶν ἀδύτων τοῦ Πνιύματος ἴσασι τὰς φιλοτι-
μίας τοῦ Πνεύματος, καὶ οἷα δι’ ἀνθρώπων ὲν άν-
θρώποις θαυματουργετ, τῇ τῶν τεράτων μεγαλουργία
τοὺς ἀπίστους είς θεογνωσίαν ἐφελκόμενον. '0 δί
τοῖς παρ’ ήμῶν ῥηθησομένων άπιστήσων, εὗόηλον ὡς
οὐδὲ τοῖς διὰ Μωσέως, καὶ Ἰησοῦ, καὶ¹ Ἠλία, καὶ
Ἐλισσαίου γεγενημένοις ὠς ἀληθέσι πιστεύσειε, μῦ-
θον δὲ ἡγεῖται καὶ τὰς διὰ τῶν ἱερῶν ἀποστόλων
γεγενημένας Θαυματουργίας. Εί δὲ ἐκείνοις ἀλήθειαν
μαρτυρεῖ, ψεύδους ὲλεύθερα εἶναι πιστευέτω καὶ
ταῦτα. Ἦ γὰρ ὲν ἐκείνοις ὲνεργήσασα χάρις, αὕτη
καὶ διὰ τούτων ὲνεργηκέναι πεποίηκεν. Ἀένναος δὲ
ὴ χάρις, καὶ τοὺς ἀξίους ὲκλεγομένη, οἷον διά τινων
κρουνῶν ἀναϐλύζει διὰ τούτων τῆς εὐεργεσίας τὰ
νάματα. Τῶν δὲ λεχθησομένων ὲνίων μὲν αὐτόπτης
ἐγενόμην ἐγώ· ὅσα δὲ μὴ τεθέαμαι, παρὰ τῶν ἐκεί-
νους τεθεαμένων ἀκήκοα, ἀνδρῶν ἀρετῆς ἐραστῶν,
καὶτῆς ἐκείνων θέας καὶ διδασκαλίας ἠξιωμένων·
ἀξιόχρεως δὲ καὶ τὴν εὑαγγελικὴν συγγράφων διδα-
σκαλίαν οὐ μόνον Ματθαῖυς καὶ Ἰωάννης, οἰ πρῶτοι
καὶ⁵ μεγάλοι τῶν εὐαγγελιστῶν, οἱ τῶν Δεσποτικών
θαυμάτων αὑτόπται· ἀλλὰ καὶ Λουκᾶς, καὶ Μάρκος.
οὓς οἱ ἐξ ἀρχῆς αὐτόπται, καὶ ὑπηρέται τοῦ λόγον.
οὐ μόνον ἃ. πέπονθέ τε καὶ δέδρακεν ό Δεσπότης,
ἀλλὰ καὶ ὃ. διδάσκων διετέλεσεν, ἀκρισῶς ἐξεπαίδευ-
σαν. Καὶ μὴ γεγενημένος γὰρ αὐτόπτης ό μακάριος
Λουκᾶς, τῆς συγγραφῆς ἀρξάμενος περὶ πεπληρο·
φορη μένων πραγμάτων ποιεῖσθαί φησι τὴν διήγησιν·
καὶ ἡμεῖς δὲ, ἀκούοντες ὃτι οὐκ αὐτόπτης ἐγένετο
τούτων αὐτῶν διηγημάτων, am παρ’ ἄλλων ταύτην
l'g' .

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.