PG 82, col. 1301

6 μακάριος ἔφη Δαϐίδ· ι Τῷ στόματι αὐτῶν ηὐλό-
γουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. ι Καὶ πά-
λινι ε Ἦπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον,
καὶ αὐτοί εισι βολίδες. ι Οὗτοι τὸν τῆς Ἀλεξανδρέων
ἐπίσκοπον τὸν μέγαν Ἀλέξανδρον παρεκάλουν, οἰ-
κτεῖραι τὸν Ἀρειον ὑπὸ πάσης ἐκείνης ἀποκηρυ-
χθέντα τῆς φάλαγγος · τοῦ δὲ καὶ τὸ τούτων ὓπουλον
εἰδότος, καὶ τὴν ἐκείνου πονηρίαν ὑφορωμένου, καὶ
τούτου χάριν οὺ δεχομένου τὴν αἴτησιν ι ἄλλοι τινὲς
τῶν ἁπλότητι συνεζηκότων, πολλὰς τῆς φιλανθρωπίας
διεξῄεσαν εὐφημίας, ταύτῃ χαίρειν λέγοντες καὶ τὺν
τῶν ὅλων Θεόν. Ἐπειδὴ δὲ 6 μέγας Ἀλέξανδρος τὴν
ἄδικον περὶ ἕνα φιλανθρωπίαν ἀπανθρωπίαν ὠνόμαζε, Β
πολλῶν οὖσαν λυμαντικὴν, καὶ λώϐης πρόφασιν
ἔσεσθαι τοῖς ποιμνίοις ἅπασιν ἔλεγε · παρῄνει πᾶσιν
6 θεῖος Ἰάκωϐος, τῇ μὲν τῆς νηστείας χρήσασθαι
κακουχίᾳ, ἑπτὰ δὲ κατὰ ταύτὸν ἡμέρας τὸν Θεὸν
ἱκετεῦσαι τὺ ταῖς Ἑκκλησὶαις συνοῖσον πρυτανεῦσαι.
Δεξαμένων δὲ ἁπάντων τοῦ θείου ἀνδρὸς τὴν εἰσήγη-
σιν· ᾔδεισαν γὰρ αὐτὸν ἀποστολικοῖς χαρίσμασι
λάμποντα· ἐκεράννυτο μὲν ή νηστεία τῇ προσευχῇ ο
ἐψηφίζετο δὲ ταῖς Ἐκκλησίαις 6 τούτων κυὸε ρνήτης
τδ συμφέρον. Καὶ ἐπειδὴ ᾁπήντησεν ὴ Κυριακὴ,
καθ’ ἣν ἤλπιζον οι πλείους τὸν ἀλιτήριον εἰσδεχθῆ-
σεσθαι, καὶ τῆς θείας λειτουργίας ἔφθασενὸ καιρὸς,
καὶ προσέμενον ἅπαντες ἰδεῖν τὸν ἀντίθεον ἐλεού-
μενον, τηνικαῦτα γίνεται θεῖον ὗντως καὶ παράδοξον c
θαῦμα. Ἑν βδελυκτοῖς γὰρ καὶ δυσώδεσι χωρίοις ὁ
ἀλάστωρ ἐκεῖνος τῆς ἀπλήστου τροφῆς ὲκκρίνων τὰ
περιττώματα, καὶ τὰ τούτων μετὰ τούτων ὲξέκρινε
δοχεῖα. Οὕτω δὲ τῶν σπλάγχων αὑτοῦ διαλυθέντων,
καὶ σὺν τῇ κόπρῳ κεχωρηκότων, ἐξέπεσεν ὁ δείλαιος
παραχρῆμα, καὶ τδν αἴσχιστον ἐκεῖνον ὑπέμεινε
θάνατον, τῆς δυσώδους αὐτοῦ βλασφημίας ὲν δυσώδεσι
χωρίοις εἰσ-πραχθεὶς τὰς εὐθύνας, καὶ διὰ τῆς Ἰα-
κώϐου τοῦ μεγάλου γλώττης δεξάμενος τὴν σφαγήν.
Θαυμάζει μὲν οὖνὴ θεία Γραφὴ Φινεὲς τὸν ἱερέα ,
καὶ εἰκότως θαυμάζει, ὅτι τὸν ὀλέθρου λαῷ γινόμε-
νον πρόξενον κατέσφαξε, τὸν Ζαμϐρή · διὸ καὶ ψάλ-
λων ὀ μακάριος ἔλεγε Δαὸίδ · ι Ἔστη Φινεὲς καὶ
ὲξιλὰσατο, καὶ ἐκόπασεν ἡ θραῦσις· καὶ ἐλογίσθη
αὐτῷ εἰς δικαιοσύνην, είς γενεὰν καὶ γενεὰν ἕως τοῦ
αἰῶνος. ι Ἀλλ’ ὅμως ἐκεῖνος ὅπλῳ πολεμικῷ χρησά-
μενος , τὴν δικαίαν καὶ πολυθρύλλητον ἐκείνην
εἰργάσατο σφαγήν ⁸ τούτῳ δὲ ἧρκεσεν ἀντὶ⁵ δόρατος
καὶ ξίφους ἡ γλῶττα, καὶ ἀνεῖλε τὸν ἀσεϐῆ, [va μὴ
ἴδῃ τὴν δόξαν Κυρίου. Ἀπόχρη δὲ τοῦτο μόνον τῶν
τῆς Ἀρείου δυσσεϐείας· κληρονόμων διελέγξαι τὴν
ἄνοιαν. '0 γὰρ τοσοῦτος ἀνὴρ, τῶν μὲν ὑφ’ ήμῶν
πρεσϐευομένων δογμάτων κῆρυξ· ἦν καὶ συνήγορος ·
οὕτω δὲ κομιδῇ τὴν τούτων ἀσέϐειαν ἐϐδελύττετο,
ὃτι καὶτὸν αὐτῆς πατέρα κατηκόντισεν, ὅπλῳ τῇ
γῖὡττῃ χρησάμενος.] Ἐπειδὴ δὲ ¹ ὁ σύλλογος ὁ ἱερὸς
iPsal.Lxr.V. ι Psal. Lxrv, 22. ι Psal. cv, 50.
³ lia-lem narrat Noster ΙΙΞςι. eccl. ιι, σὲϐ.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.