PG 82, col. 1313

θρωπος τοῦ νεανίου τὸ πάθος, καὶ τῇ τοῦ σώματος
ἀσθενείᾳ συγγνώμην ἀπονείμας, κλίνας τὰ γόνατα
τὸν Δεσπότην ἱκέτευε, δάκρυσι δέ θερμοῖς τὸ ἔδαφος
έϐρεχε, καὶ πόρον σωτηρίας ἐπεζήτει τῷ νέῳ. '0
δέ ποιῶν τδ Θέλημα τῶν φοϐουμένων αὑτὸν, καὶ τῆς
δεήσεως αὐτῶν είσακούων, τὴν τῶν δακρύων λιϐάδα
τῆς κόνεως ἁψαμένην πηγὴν ὑδάτων ἀπέφηνε,καὶ
οὕτω τοῦ νάματος ἐμφορηθέντα τὸν νέον εὐθὺς ἀπιέ-
ναι προσέταξεν. Ἦ δὲ πηγὴ διέμεινε μέχρι καὶ νῦν,
τῇ Μωσαϊκῇ τοῦ θεσπεσίου γέροντος προσευχῇ μαρ-
τυροῦσα. Καθάπερ γὰρ ἐκεῖνος πάλαι ποτὲ τῇ ῥάϐδῳ
τὴν πέτραν ἐκείνην τὴν ἄγονον πλήξας, κατέκλυσε
¹κοτιιμιαίων ὑδάτων γοναῖς, ἵνα τὰς πολλὰς ἐκείνας
χιλιάδας διψώσας κορέσειεν ⁸ οὕτως οὗτος ὸ Οεῗος,
τὴν ξηροτάτην ἐκείνην ψάμμον καταρδεύσας τοῖς
δάκρυσι, πηγαίων ναμάτων εἵλκυσε ῥεύματα, ούχ
ῐνα πολλῶν μυριάδων, ἀλλ’ ἵνα ἐνὸς μειρακίου θερα-
πεύσῃ τὸ δίψος. Ὑπὸ δέ θείας χάριτος τὴν ψυχὴν
φωτιζόμενος, τὴν ἐσομένην τῷ νέῳ τελειότητα
προεώρα μάλα σαφῶς. Οὗτος γὰρ χρόνοις πολλοῖς
ὕστερον ὑπὸ τῆς θείας χάριτος προσκληθεὶς, ὡς ἂν
καὶ ἐτέρους πολλοὺς εἰς τὴν αὐτὴν παιδοτριϐήσειεν
ἀρετὴν, ἐν τοῖς περί τὴν Γίνδαρον χωρίοις, κώμη δὲ
αὕτη μεγίστη τελεῖν ὑπὸ τὴν Ἀντιόχειαν τεταγμένη,
τὴν ἀσκητικὴν παλαίστραν ἐπήξατο. Καὶ πολλοὺς
μὲν καὶ ἄλλους φιλοσοφίας πρὸς ἑαυτὸν εἵλκυσεν
ἀθλητὰς, εἵλκυσε δὲ καὶ τὸν μέγαν ’Δκάκιον, τὸν
πάνυ λέγω, τὸν πολυθρύλλητον · ὃς διέπρεψε μὲν ἐν
μοναχικῇ πολιτείᾳ, λαμπρὰς δὲ τὰς ἀκτῖνας τῆς
ἀρετῆς ἐξέπεμψεν, ἀρχιερωσύνης ἀξιωθεὶς, καὶ τὴν
Βέροιαν ποιμαίνειν λαχών. Ὀκτὼ δὲ καὶ πεντήκοντα
ἔτη τῆς ἀγέλης τὴν ἡγεμονίαν ἐγχειρισθεὶς, οὐκ εἴασε
μὲν τῆς ἀσκητικῆς πολιτείας τὸ εἶδος, ἀσκητικὴν
δὲ καὶ πολιτικὴν ἐκέρασεν ἀρετήν · καὶ τῆς μὲν τὴν
ἀκρίϐειαν, τῆς δὲ τὴν οἰκονομίαν λαϐὼν, εἰς ἕντά
διεστῶτα συνήγαγεν. Ἀλλὰ ταύτης τῆς ἀρετῆς καὶ
θηρευτὴς, καὶ παιδοτρίϐης Ἀστέριος ἐκεῖνος ἐγέ-
νετο, ὃς οὕτω θερμὸς τοῦ μεγάλου πρεσϐύτου δι»
έμεινεν ἐραστὴς, ὡς πολλάκις μὲν καὶ δὶς τοῦ ἔτους,
πολλάκις δὲ τρὶς, τὴν πρὸς αὑτὸν ἀποδημίαν ποιεῖ-
σθαι. Ἀφικνούμενος δὲ ἰσχάδας εἰώθει τοῖς θιασώ-
ταις κομίζειν τρισὶνῆ τέτταρσι ἐπιτιθεὶς κτήνεσι τὰ
φορτία. Δύο δὲ μεδίμνους συλλέγων, ὼς διὰ παντὸς
τοῦ ἔτους ἀποχρῶν-τας τῷ γέροντι, τοῖς οἰκείοις
ὤμοις ἐπετίθει τὺ τοιοῦτον φορτίον, κτῆνος ἑαυτὸν
τοῦ διδασκάλου ποιούμενος. Καὶ τοῦτο φέρων τὸ φορ-
τίον ἐϐάδιζεν, ού δέκα σταδίουςῆ εἴκοσιν, ἀλλ’ ἑπτὰ
ἡμερῶν ἐξανύων πορείαν. Καί ποτε Θεασάμενος ὁ
πρεσϐύτης ἐπ’ ὤμων αὑτὸν φέροντα τὸ τῶν ἰσχάδων
φορτίον, δυσχεράνας ἔφη μὴ ποιήσασθαι ἂν ταῦτα
τροφήν. Ού γὰρ δίκαιον ἐκεῖνον μὲν τοσοῦτον ὑπομέρ
νειν κόπον, αὑτὸν δὲ τοῖς ἱδρῶσιν ἐντρυφᾷν τοῖς
ἐκείνου. Τοῦ δὲ ἀπομοσαμένου, ὼς οὐκ ἀπαλλάξει
τοῦ φορτίου τοὺς ὤμους, εἰ μὴ συνομολογήσειεν ὁ
πρεσϐύτης μεταλήψεσθαι τῆς κομισθείσης τροφῆς -.
ι Ποιήσω, ἔλεγεν ὁ γέρων, τὸ κελευόμενον, μόνον

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.