PG 82, col. 249

Χριστός. Ἐποικοδομεῖν δεῖ, οὐ θεμέλια καταβάλλειν.
Ἀλλον γὰρ θεμέλιον καταβάλλειν ἀδύνατον τὸν ἐπι-
στημόνως οἰκοδομῆσαι βουλόμενον. Τοῦτον καὶ ὁ
μακάριος Πέτρος τέθεικε τὸν θεμέλιον, μᾶλλον δὲ
αὐτὸς ὁ Δεσπότης. Πέτρου γὰρ εἰρηκότος· « Σὺ εἶ ὁ
Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, » ὁ Κύριος
εἶπεν· « Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν
Ἐκκλησίαν. » Μὴ τοίνυν ἐξ ἀνθρώπων ἑαυτοὺς ὀνο-
μάζετε· Χριστὸς γάρ ἐστιν ὁ θεμέλιος.
ιβ,ι. « Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον
τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρ-
τον, καλάμην· ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται.»
Τινὲς περὶ δογμάτων ταῦτα εἰρῆσθαι τῷ Ἀποστόλῳ
φασίν· ἐγὼ δὲ οἶμαι περὶ τῆς πρακτικῆς ἀρετῆς τε
καὶ κακίαςταῦτα λέγειν αὐτὸν, καὶ προκατασκευάζειν
τὴν κατὰ τοῦ πεπορνευκότος κατηγορίαν. Χρυσὸν
μέττοι καὶ ἄργυρον, καὶ λίθους ταμίους,τὰ εἴδη λέ-
γει τῆς ἀρετῆς· ξύλα δὲ,καὶ χόρτον, καὶ καλάμην,
τὰ ἐναντία τῆς ἀρετῆς, οἶς ηὐτρέπισται τῆς γεέννης
τὸ πῦρ. Ταῦτα δὲ οὐ τῆς τῶν διδασκάλων κακίας,
ἀλλὰ τῆς τῶν μαθητῶν ἐξήρτηται προαιρέσεως. Οt
μὲν γὰρ προσφέρουσι τὰ θεῖα παιδεύματα· τῶν δὲ
ἀκουόντων, οἱ μὲν χρυσὸν ἑαυτοὺς, οἱ δὲ ἄργυρον, οἱ
δὲ λίθους τιμίους κατασκευάζουσι, σπουδαίως τοῖς
λεγομένοις προσέχοντες. Ἐτεροι δʼ αὖ πάλιν ῥᾳθυ-
μίᾳ συζῶντες, τῶν ξύλων, καὶ τοῦ χόρτου, καὶ τῆς
καλάμης μιμοῦνται τὸ εὕπρηστον, τὴν κακίαν αἰρού-
μενοι. Τὴν δὲ τῶν ὑλῶν διαφορὰν οὐχ ὁ παρὼν βίος,
ἀλλʼ ὁ μέλλων ἐλέγξει. Τοῦτο γὰρ εἶπεν· « Ἡ γὰρ
ἡμέρα δηλώσει. » Ἀντὶ τοῦ, ἡ τῆς κρίσεως.
« Ὁτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἐκάστου τὸ
ἔργον ὀποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει ⁶(ιδ, ιæ.) Et
τινοςτὸἔργον μένειδ⁶ ὅ ἐπῳκοδόμησε, μισθὸν λήψεται·
εἴ τινος τὸ ἔργον κατακαήσεται,ζημιωθήσεται, αὐτὸς
δὲ σωθήσεται· οὕτως δὲ ὡς διὰ πυρός. » Οἱ διδάσκα-
λοι τὰ θεῖα παιδεύουσιν, οἱ δὲ ἀκούοντες κατὰ τὸ τῆς
γνώμης αὐθαίρετον τὸ πρακτέον αἱροῦνται. Ἀλλὰ
κατὰ τὴν τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμέραν βάσα-
νος ἔσται καὶ ἐξέτασις ἀκριβής· καὶ τοὺς μὲν εὖ βε-
βιωκότας, καθάπερ χρυσὸν καὶ ἄργυρον, τὸ πῦρ
λαμπροτέρους ἀποφανεῖ· τοὺς δὲ τῆς κακίας ἐργάτας
δίκην ξύλων, καὶ χόρτου, καὶ καλάμης καταναλώσει.
Ὁ δέ γε διδάσκαλος, τὰ προσήκοντα διδάξας, οὐκ
εἰσπραχθήσεται δίκας, ἀλλὰ τῆς σωτηρίας ἀξιωθή-
σεται. Τοῦτο γὰρ λέγει· Aὐτὸς δέ σωθήσεται,
τουτέστιν ὁ διδάσκαλος ⁵¹· τὸ δὲ ἔργον κατακαήσεται,
ἀντὶ τοῦ, οἱ πονηρὸν ἐαυτοὺς κατασκευάσαντες ἔρ-
γον. Οὕτω δὲ ἀναγνόντες, ἀκριβῶς εὐρήσομεν τὴν
τῶν Γραμμάτων διάνοιαν· Εέ τινος τὸ ἔργον κατα-
καήσεται, ημιωθήσεται· οὕτως ⁶ δέ ὡς διὰ πυ-
t Matth. αV, 16. ibid., 18.
ucumen.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.