PG 82, col. 65

κη’. Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν
ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὀ Θεὸς εἰς ἀδό-
κιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα. Εἰ γὰρ δὴ
γνῶναι αὑτὸν ἐϐουλήθησαν, τοῖς θείοις ἂν ἠκολού-
θησαν νόμοις. Ἐπειδὴ δέ τὸν Ποιητὴν ἠρνήθησαν,
τῆς ἐκείνου προνοίας παντελῶς ἐγυμνώθησαν. Ob
δὴ χάριν πᾶν εἶδος κακίας σὺν ἀδείᾳ τολμῶσι.
κο’. Πεπληρωμένους πάσῃ ἀδικίᾳ. - Ἀδικίαν
καλεῖ τὴν ἐναντίαν ἐκ διαμέτρου τῇ δικαιοσύνῃ κει-
μένην. Ἐκ γὰρ ταύτης ὡς ἐπίπαν εἶδος βλαστάνει
κατηγορούμενον. Διέξεισι δέ καὶ αὐτὰ τὰ βλαστή-
ματα.
Πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ · μεστοὺς
φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψι-
θυριστὰς. (λ’, λα’). Καταλάλους, θεοστυγεῖς ’³,
ὑϐριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κα-
κῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους ,
ἀστόργους, ἀσπόνδους. ἀνελεήμονας. Καὶ καλεῖ
πορνείαν μὲν τὴν οὺ κατὰ γάμον γινομένην συνου-
σίαν. Πονηρίαν δὲ, τὴν θηριώδη γνώμην· πλεο-
νεξίαν δέ, τὴν τοῦ πλείονος ἔφεσιν, καὶτῶν οὗ
προσηκόντων τὴν ἁρπαγήν. Κακίαν, τῆς ψυχῆς τὴν
ἐπὶ τὰ χείρω ῥοπὴν, καὶ τὸν ἐπὶ βλάϐῃ τοῦ πέλας
γινόμενον λογισμόν. Μεστοὺς φθόνου χαλεπὸν τὸ
πάθος. καὶ φέρειν οὐκ ἀνεχόμενον τοῦ πέλας τὴν
εὐπραξίαν · οὗτος καὶ τὸν φόνον ἐγέννησε, καὶ τὸν
δόλον ἐκύησε · φθόνῳ γὰρὸ Κάῖν τρωθεὶς, καὶ δόλῳ
χρησάμενος συνεργῷ, ἐξήγαγε μὲν εἰς τὸ πεδίον τὸν
ἀδελφὸν, τὸν δέ φόνον ἐτόλμησε. Κακοήθεις δὲ καλεῖ,
τοὺς εἰς ἐπιϐουλὴν κεχρημένους τοῖς λογισμοῖς, καὶ
τὴν βλάϐην τῷ πέλας τεκταινομένους. Ψιθυριστὰς
δὲ, τοὺς πρὸς τὸ οὖς διαλεγομένους, καὶ παρόντας
τινας κακῶς ἀγορεύοντας. Καταλάλους, τοὺς δια-
ϐολαῖς κατὰ τῶν ἀπόντων ἀδεῶς κεχρημένους. 880—
στυγεῖς, τοὺς ἀπεχθῶς περ). τὸν Θεὸν διακειμένους.
Ὑϐριστὴς, τοὺς περὶ τὴν παροινίαν προχείρους.
Ὑπερηςεὰνους, τοὺς ἐφ’ οἷς έχουσι πλεονεκτήμασι
μεγάλα φρονοῦντας. Ἀλαζόνας, τοὺς οὐδεμίαν μὲν
ἔχοντας πρόφασιν είς φρονήματος ὁγκον, μάτην δὲ
φυσιωμένους. Ἐφευρετὰς κακῶν, τοὺς οὐ μόνον τὰ
πολιτευόμενα τολμῶντας κακὰ, ἀλλά καὶ ἕτερα προ· D
επινοοῦντας. Γονεῦσιν ἀπειθεῖς, ἀτοπία καὶ αὕτη
μεγίστη, τὴν φύσιν κατήγορον ἐχουσαᾷ Ἀσυνέτους’
oi γὰρ εἰς τὸν παράνομον ἐξοκείλαντες βίον, τοῦ λο-
γικοῦ τοὺς χαρακτῆρας ἀπέϐαλον. Ἀσυνθέτους,
τοὺς ἀκοινώνητον καὶ πονηρὸν βίον ἀσπαζομένους.
Ἀστόργυυς,τοὺς φιλίας νόμους μαθεῖν οὐκ ἐθέλοντας.
Ἀσπόνὸους. τοὺς ἀδεῶς τὰ συγκείμενα παραΰαίνον-
τας. Ἀνελεήμονας. τοὺς τῶν θηρίων τὴν ὠμότητα
μιμουμένους.
VAIHJE LECTIONES.
“ θεοςτὺγςνς legemlnmsecundum Theodoreti interpretationem. Equidem receptam lectionem active
sensu occurrere valde dubito.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.