PG 83, col. 1429

νογενῆ μὲν καὶ πρὸ τῆς ἐνανθρωπὴσεως, καὶ μετὰ
τὴν ὲνανθρὼπησιν · πρωτότοκον δὲ μετὰ τὴν ὲκ
Παρθένου γέννησιν ο τῷ γὰρ Μονογενεῖ τὸ Πρωτό-
τοκος δνομα ἐναντίον μὲν εἶναί πως δοκεῖ, διότι (64)
μονογενὴς μὲν 6 μόνος ἐκ τινος γεννηθεὶς προσαγο-
ρεύεται, πρωτότοκος δὲ 6 πολλῶν ἀδελφῶν πρῶτος.
Τὸν δὲ Θεὸν Λόγον μόνον ἐκ τοῦ Πατρὸς αἱ θεῖαι
Γραφαὶ γεννηθῆναι λέγουσιν ο γίνεταίδὲ καὶ πρωτό-
τοκος ὁ Μονογενὴς, τὴν ἡμετέραν φύσιν εἰληφὼς ἐκ
τῆς Παρθένου, καὶ ἀδελφοὺς τοὺς είς αὐτὸν πεπιστευ-
κότας προσαγορεῦσαι καταξιώσας · ὡς εἶναι τὸν αὑ-
τὸν μονογενῆ μὲν καθὸ Θεὸς, πρωτότοκον δὲ καθὸ Β
ἄνθρωπος. Οὕτως ἡμεῖς τὰς δύο φύσεις ὁμολογοῦν-
τες τὸν ἒνα Χριστὸν προσκυνοῦμεν, καὶ μίαν αὑτῷ
προσφέρομεν τὴν προσκύνησιν. Τὴν γὰρ ἕνωσιν ἐξ
αὐτῆς τῆς συλλήψεως ὲν τῇ ἁγίᾳ τῆς Παρθένου νηδύϊ
γεγενῆσθαι πιστεύομεν. Διὸ καὶ Θεοτόκον καὶ ἀν·
. θρωποτόκον τὴν ἁγίαν Παρθένον προσαγορεύομεν.
Ἐπειδὴ κα)⁵ αὐτὸς ό Δεσπότης Χριστὸς, Θεὸς καὶ
ἄνθρωπος ὑπὸ τῆς θείας καλεῖται Γραφῆς. Καὶ 6
Ἐμμανουὴλ δὲ, τῶν δύο φύσεων κηρύττει τὴν ἕνω-
σιν. ΕΞ δὲ τὸν Χριστὸν Θεὸν κα)⁸ ἄνθρωπον ὁμολο-
γοῦμεν καὶ λέγομεν, τίς οὕτως εὐήθης, ὡς φυγεῖν
τὴν ἀνθρωποτόκος φωνὴν, μετὰ τῆς Θεοτόκου τιθε-
μένην; Ἐν γὰρ τῷ Δεσπότῃ Χριστῷ τὰς δύο τίθε-
μεν προσηγορίας· διὸ ή Παρθένος τετίμηται καὶ κε-
χαριτωμένη προσηγορεύθη’ τίς οὖν εὖ (65) φρονῶν
παραιτήσαιτο, ἀπὸ τῶν τοῦ Σωτῆρος ὀνομάτων ἀπο-
καλέσαι τὴν Παρθένον, ἢ δι’ ἐκεῖνον παρὰ τῶν
πιστῶν γεραίρεταις Οὐ γὰρ 6 ὲξ αὐτῆς δι’ αὐτὴν
σεὸἀσμιος, ἀλλ’ αὐτὴ διὰ τὸν ἐξ αὐτῆς ταῖς μεγίσταις
προσηγορίαις καλλύνεται.
Et μὲν οὖν Θεὸς μόνον 6 Χριστὸς, καὶ ὲκ τῆς
Παρθένου τοῦ εἶναι τὴν ἀρχὴν εἴληφεν, ἐντεῦθεν
μόνον ἡ Παρθένος ὀνομαζέσθω καὶ καλείσθω Θεοτόκος
ὡς Θεὸν φύσει γεννήσασα. Εἰ δὲ Θεὸς καὶ ἄνθρωπος
6 Χριστὸς, καὶ τὸ μὲν ἦν ἀεὶ (οὔτε γὰρ ἤρξατο τοῦ
εἶναι· συναῖδιος γὰρ τῷ γεννήσαντι), τὸ δὲ ἐπ’ ἐσχά-
των (66) τῶν καιρῶν ὲκ τῆς ἀνθρωπείας ἐϐλάστησε
φύσεως, ἑκατέρωθεν 6 δογματίζειν ἐθέλων, πλεκέτω
τῇ Παρθένῳ τὰς προσηγορίας, δηλῶν ποῖα μὲν τῇ
φύσει, ποῖα δὲ τῇ ένώσει προσήκει. Εἰ δὲ πανηγυ-
ρικῶς τις λέγειν’·ὲθέλοι, καὶ ὕμνους ὑφαίνειν, καὶ
ἐπαίνους διεξιέναι, καὶ βούλεται τοῖς σεμνοτέροις
ὀνόμασιν ἀναγκαίως κεχρῆσθαι, οὐ δογματίζων ὡς
ἔφην, ἀλλὰ πανηγυρίζων καὶ θαυμάζων ὡς οἷόν τε
τοῦ μυστηρίου τὸ μέγεθος’ ἀπολαυέτω τοῦ πόθου,
καὶ τοῖς μεγάλοις ὀνόμασι κεχρήσθω, καὶ ἐπαινείτω
καὶ θαυμαζέτω. Πολλὰ γὰρ τοιαῦτα παρὰ τοῖς ὀρθο-
δόξοις διδασκάλοις εὑρίσκομενο πανταχοῦ δὲ τὸ μέ-
τριον (67) τιμάσθω. Ἐπαινῶ γὰρ τὸν εἰρηκότα, ἄρι-
στον εἶναι τὸ μέτριον, εί xa‘t τῆς ἡμετέρας, ἀγέλης οὐκ
(64) Δέὸ hians.
(65 ουν αν Ma
65) οὖν ἂν Mans.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.