PG 83, col. 165

ὑπάρχει δηλωτικὰ · τὸ γὰρ ὁρώμενον, σῶμα ο δείξω
δὲ ὅμως, καὶ μετὰ τὴν ἀνάληψιν σῶμα καλούμενον
τοῦ Δεσπότου τὸ σῶμα. ’Ἄκουσον τοίνυν τοῦ Ἀπο-
στόλου διδάσκοντος ι Ἠμῶν γὰρ τὸ πολίτευμα ἐν
οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα
Κύριον Ἰησοῦν (55), ὃς μετασχηματίσει τὸ σῶμα τῆς
ταπεινώσεως ἡμῶν, είς τὸ γενέσθαι αύτδ σύμμορφον
τοῦ σώματος (56) τῆς δόξης αὐτοῦ. ι Ού τοίνυν είς
ἑτέραν μεταϐέϐληται φύσιν, άλλὰ μεμένηκε σῶμα,
θείας μέντοι δόξης πεπληρωμένον, καὶ φωτὸς πέμπον
ἀκτῖνας· ἐκείνῳ τά τῶν ἁγίων σώματα γενήσεται
σύμμορφα. Εί δὲ είς ἑτέραν ἐκεῖνο μετεϐλήθη φύσιν,
καὶ τὰ τούτων ὡσαύτως μεταϐληθήσεται. Σύ μμορφα
γὰρ ἐκείνῳ γενήσεται. Εἰ δὲ τά τῶν ἁγίων φυλάττει
τὸν χαρακτῆρα τῆς φύσεως, καὶ τὸ Δεσποτικδν ἄρα
ὡσαύτως τὴν οἰκείαν οὐσίαν ἀμετάϐλητον ἔχει.
EPAN. Ἴοα τοίνυν ἔσται τῷ Δεσποτικῷ σώματι
τῶν ἁγίων τά σώματα ;
ΟΡΘ. Τῆς μὲν ἀφθαρσίας, καὶ μέντοι καὶτῆς
ἀθανασίας μεθέξει καὶ ταῦτα. Κοινωνήσει δὲ καὶ
τῆς δόξης, καθά φησιν ὁ Ἀπόστολοςο ι Είπερ συμ-
πάσχομεν, ἶνα καὶ συνδοξασθῶμεν. ι Ἐν δέ γε τῇ
ποσότητι πολύτὸ διάφορον ἐστιν εὑρεῖν, καὶ τοσοῦ-
τον, ὅσον ηλίου πρὸς ἀστέρας, μᾶλλον δὲ ὅσον δε-
σπότου πρὸς δούλους, καὶ τοῦ φωτίζοντος πρὸς τὸ
φωτιζόμενον. Μεταδέδωκε δὲ ὅμως τῶν οίκείων δνο-
μάτων τοῖς δούλοις, καὶ⁵ φῶς καλούμενος, φῶς τοὺς
ἁγίους ἐκάλεσενο ι Ὑμεῖς γὰρ, φησιν, ἐστὲ τὸ φῶς
τοῦ κόσμου. ι Καὶ ἥλιος δικαιοσύνης ὀνομαζόμενος,
περὶ τῶν δούλων φησί’ ι Τότε ἐκλάμψουσιν οί δί-
καιοι ὡς δ ἥλιος. ι Κατά τὸ ποιὸν τοίνυν, ού κατὰ
τὸ ποσόν, σύμμορφα ἔσται τῷ Δεσποτικῷ σώματι
τῶν ἁγίων τὰ σώματα. ἰδού σοι διαρρήδην ἐδείξα-
μεν ὅπερ ἡμᾶς ἐπήγγειλας. El δέ σοι δοκεῖ, καὶ
ἑτέρως τοῦτο σκοπήσωμεν.
EPAN. Πάντα δεῖ λίθον κινεῖν, κατά τὴν παροι-
μίαν, ὥστε τὸ ἀληθὲς ἐξευρεῖν, οὐχ ἥκιστα δὲ θείων
προκειμένων δογμάτων.
ΟΡΘ. Είπὲ τοίνυν, τά μυστικὰ σύμϐολα παρά τῶν
ἱερωμένων τῷ Θεῷ προσφερόμενα, τίνων ἐστὶ σύμ-
50h;
ΕΡΑΝ. Τοῦ Δεσποτικοῦ σώματός τε καὶ αἵματος.
ΟΡΘ. Τοῦ ὅντως σώματος ἢ ούκ δντως;
EPAN. Τοῦ ὅντως.
ΟΡΘ. Ἀριστα· χρὴ γὰρ εῖναι τὺ τῆς εἰκόνος ἁρ-
ιξτυπον. Καὶ γάρ οἱ ζωγράφοι τὴν φύσιν μιμοῦνται,
καὶ τῶν ὁρωμένων γράφουσι τάς εἰκόνας.
εΡΑΝ. Ἀληθές.
ΟΡΘ. Ei ¹τοίνυν τοῦ ὅντως σώματος ἁντίτυπά εστι
τά θεῖα μυστήρια, σῶμα ἄρα ἐστὶ καὶ νῦν τοῦ Δεο
⁵³ Philipp. ιιι, 20, 21. ⁸⁸ Rom. vm, i7. ⁶⁰ Matth
(55) Ἰησ. Deest Χριστόν.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.