PG 83, col. 337

ὁδοῦ τῆς εὐθείας καινοτομηθείσας παρά τινων ἀτρα-
ποὺς, ὧντὸ τέλος τῆς ἀπωλείας τὸ βάραθρον. Τὸν δὲ
πόθον εἰσεδέξασθε τοῦτον, οὐχ ἵνα κάκιστα διαπλα-
σθέντων καὶ δυσοδμίαν ἀφιέντων ἐπακούσητε μύθων,
ἀλλʼ ὅπως τοὺς ἀγνοοῦντας διδάξητε, ποία μὲν ἡ
βασίλειος λεωφόρος, ἡ τοῖς ἀποστολικοῖς καὶ προφη-
τικοῖς ἴχνεσι κοσμουμένη, καὶ τέλος ἔχουσα τῶν
οὐρανῶν τὴν βασιλείαν, τίνες δὲ τῶν αἰρετικῶν αἱ
τρίβοι, αἱ τὸν ἔσχατον ὄλεθρον τοῖς ἐν αὐταῖς ὁδοι-
ποροῦσιν ἐπάγουσαι. Ὁ μὲν οὖν σκοπὸς, ὡς ἔφην,
ἄριστός τε καὶ ἀξιάγαστος. Εἰδέναι δὲ χρὴ τὴν
φιλόθεον ὑμῶν ψυχὴν, ὡς τῶν παλαιῶν αἰρέσεων
αἱ πλείους διὰ τὴν θείαν χάριν ἀπέσβησαν, καὶ
ἐγένοντο, προφητικῶς εἰπεῖν, « ὡσεὶ χόρτος δω-
μάτων, ὅς πρὸ τοῦ ἐξανθῆσαι (1) ἐξηράνθη.» Καὶ
ἴσως ἄν τις ἡμῖν ἐπισκήψαι, τὰς τῷ ζόφῳ τῆς λήθης
παραδοθείσας πάλιν εἰςτὸτῆς μνήμης ἐξάγουσι φῶς.
Πρὸς δὲ τούτῳ, καὶ πολὺς τῶν μύθων ὁ λῆρος, καὶ
τῆς κατὰ τοῦ Θεοῦ τολμηθείσης βλασφημίας τὸ μέ-
γεθος ἄῤῥητον γλώσσαις εὐσεβεῖν παιδευθείσαις·
τὴν δὲ καὶ νενομοθετημένην παρʼ αὐτῶν καὶ πρατ-
τομένην λαγνείαν, οὐδὲ τῶν ἐν σκηνῇ τις τεθραμμέ-
νων ἀνάσχοιτʼ ἂν ἢ φράσαι, ἢ λεγόντων ἄλλων ἀκοῦ-
σαι· τοσοῦτον ἀπολείπει καὶ τοὺς ἐπισήμους τῆς
ἀσελγείας ἐργάτας. Ἐπειδὴ δὲ τῶν παμμιάρων
τούτων δογμάτων τὸ μύσος (2) γυμνούμενον βδελυ-
ρωτέρους ἀποφαίνει καὶ τοὺς δυσσεβῶς γεγεννηκό-
τας, καὶ τοὺς ἀνοήτως πεπιστευκότας, ἀναδέξομαι
προθύμως τὸν πόνον, ἀφορῶν εἰς τὸ κέρδος. Πειρά-
σομαι δὲ ὡς ἔνι μάλιστα συντεμεῖν μὲν τὸν τῶν μύ-
θων ὕθλον, τῶν δὲ βλασφημιῶν τὰς μεγίστας παρα-
λιπεῖν, καὶ τῶν ἀσελγεστάτων καὶ μιαρωτάτων
δργίων ὑπερπηδῆσαι τὸ μύσος. Εἰς πέντε δὲ βιβλία
διελοῦμεν σὺν Θεῷ φάναι τὴν συγγραφήν. Καὶ τὸ
μὲν πρῶτον, τῶν μύθων ἐκείνων τὴν διήγηαιν δέξε-
ται, ὡν οἱ πατέρες δημιουργὸν μὲν ἀνέπλασαν ἕτε-
ρον, τὴν δὲ μίαν τῶν ὅλων ἀρνηθέντες ἀρχὴν, ἀρχὰς
ἐτέρας οὐκ οὕσας ὑπέθεντο, δοκήσει δὲ φανῆναι τὸν
Κύριον εἰς ἀνθρώπους ἔφασαν. Τούτων δὲ τῶν δογμά-
των πρῶτος μὲν εὐρέτης Σίμων ὁ μάγος ὁ Σαμαρεί-
της, ἔσχατος δὲ Μάνης ὁ γόης ὁ Πέρσης. Τὸ δὲ
δεύτερον, τοὺς τάναντία τούτοις ἐπιδείξειτεθρησκευ-
κότας· οἶ μίαν μὲν ἀρχὴν εἶναι τῶν ὅλων συνωμολό-
γησαν, ψιλὸν δὲ ἄνθρωπον τὸν Κύριον προσηγόρευ
υαν. Ταύτης δὲ τῆς αἰρέσεως ἦρξε μὲν Ἐβίων, μέχρι
δὲ Μαρκέλλου καὶ Φωτεινοῦ τὰς διαφόρους ἐπινοίας
ἐδέξατο. Τὸ δὲ τρίτον τοὺς μεταξὺ τούτων κάκείνων
δηλώσει βεβλαστηκότας, οἶ διαφόρων δογμάτων πα-
τέρες ἐγένοντο. Ἐν δὲ τῷ τετάρτῳ τὰς νεωτέρας
ἐπιδείξομεν αἰρέσεις, τὴν Ἀρείου φημὶ, καὶ Εὐνο-
μίου, καὶ ὅσαι μετʼ ἐκείνας ἐφύησαν, μέχρι ταύτης
τῆς ἐσχάτης, ἢν ἀθρόον ὁ Δεσπότης ἀνέσπασε πρόῤ-
ριξον. Ἐν μὲν οὖν τοῖσδε τοῖς τέτταρσι βιβλίοις,
τὴν πολυσχεδῆ τῶν αἰρέσεων γυμνώσομεν πλάνην.
Ἰνα δὲ καὶ τῶν ἀναγνωσομένων τὰς γλώττας, καὶ
ʼPsal. cxXvmn, 6.
(1) ἐξανθ. Spra, t. I, p. 150I, ἐκσπασθῆναι.
(2) μύσος. Cdit. Rom. μῖσος. Ita quoquc post pauc.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.