PG 83, col. 353

π5ὰ
Οὗτος (34) προφανῶς λαγνεύειν τοῖς Καρποκράτους
προστέθεικε δόγμασι· κοινὰς γὰρ εἶναιτὰς γυναῖκας
ἐνομοθέτησεν. Οὗ δὴ χάριν, οὐκ ἐν τοῖς κοινοῖς δεί-
πνοις μόνον, τὸ λυχνιαῖον φῶς ἐκποδὼν ποιούμενοι,
ήπερ ἂν ἕκαστος ἐπέτυχε συνεμίγνυτο· ἀλλὰ δὴ καὶ
τελετὴν τὴν τοιαύτην ἀκολασίαν ὑπειλήφεσαν μυ-
στικήν. Καὶ τούτου δὴ μάρτυρα τὸν Στρωματέα
παρέξομαι Κλήμεντα, ἱερὸν ἄνδρα, καὶ πολυπειρίᾳ
ἅπαντας ἀπολιπόντα. Λέγει δὲ οὕτως ἐν τῷ τρίῳ
τῶν Στρωματέων· « Εἰσὶ δὲ οἱ τὴν πάνδημον Ἀφρο-
δίτην κοινωνίαν μυστικὴν ὀνομάζουσιν, ἐνυβρίζοντες
καὶ τῷ ὀνόματι. » ΕΕἰτά τινα ὑπειπὼν κατὰ τῆς τού-
των συώδους ἀκολασίας, ἐπιφέρει καὶ ταῦτα· «θἱ γὰρ
τρισάθλιοι τὴν σαρκικὴν καὶ τὴν συνουσιαστικὴν
κοινωνίαν ἱεροφαντοῦσι, καὶ ταύτην οἴονται εἰς τὴν
βασιλείαν αὐτοὺς ἀνάγειν τοῦ Χριστοῦ. Εἰς τὰ
χαμαιτυπεῖα μὲν οὖν ἡ τοιάδε εἰσάγει κοινωνία, καὶ
δὴ συμμέτοχοι εἶεν ἂν αὐτοῖς οἱ σύες καὶ οἱ τράγοι·
εἶεν δʼ ἂν ἐν ταῖς μείζοσι παρʼ αὐτοῖς ἐλπίσιν αἱ
προεστῶσαι τοῦ τέγους (3ῦ) πόρναι, ἀνέδην ἐκδε-
χόμεναι τοὺς βουλομένους ἅπαντας. » Προσθεὶς δὲ
καὶ ἕτερα παραπλήσια, ἐπήγαγε· « Τοιαῦτα καὶ οἱ ἀπὸ Προδίκου ψευδωνύμως ἔνωστικοὺς σφᾶς αὐτοὺς
ἀναγορεύοντες δογματίζουσιν. »
3. - Περὶ θαλεντίνου (56).
Ἐκ τούτων πασῶν τῶν αἰρέσεων ὁ Βαλεντῖνος
λαβὼν ἀφορμὰς, τοὺς ἀπεράντους αὐτοῦ (57) συν-
ἐθηκε μύθους. Συνεστήσατο δὲτὴν αἴρεσιν ἐπʼ Ἀντω-
νίνου τοῦ πρώτου. Τπέθετο δὲ πρῶτον Aἰῶνα τέ-
λειον, ὅν καὶ Προαρχὴν (58), καὶ Προπάτορα, καὶ
Πυθὸν καλεῖ Ἐννοιαν (59) δέ τινα συνυπάρχειν
αὐτῷ, Χάριν καὶ Σιγὴν (60) καλουμένην. Τοῦτον
ἔφησεν ἐπὶ αἰῶσιν ἀπείροις τὴν ἡσυχίαν ἀσπάσα-
σθαι· χρόνῳ δὲ ὕστερον ἐξ ἀμφοτέρων τὸν Nοῦν γε-
νέσθαι καὶ τὴν Ἀλήθειαν. Μονογενῆ δὲ τὸν Nοῦν
ὀνομάζουσι. Τὰς δὲ δύο ταύτας συζυγίας Πυθαγορικὴν
ὀνομάζουσι τετρακτὺν, καὶ ῥίζαν πάντων καλοῦσιν.
Ἐκ δὲ τοῦ Nοῦ καὶ τῆς Ἀληθείας προβληθῆναί φησι
Λόγον καὶ Ζωήν· ἐκ δὲ τοῦ Λόγου καὶ τῆς δωῆς,
Ἀνθρωπον καὶ Ἐκκλησίαν. Τὰς δὲ τέτταρας συζυ-
γίας, ἀρχίγονον Ὁγδοάδα, καὶ ῥίζαν, καὶ ὑπόστασιν
πάντων. Καὶ πρῶτον Aἰῶνα εἶναί φασιν, εἶτα τὸν
Λόγον καὶ τὴν Σωήν. Μετὰ τὴν τοῦ Ἀνθρώπου καὶ
τῆς Ἐκκλησίας προβολὴν, ἄλλους προβαλεῖν Λἰῶνας
δέκα, Bύθιον (6I) καὶ Μίξιν, Ἀγήρατον καὶ Ἐνω-
σιν, Δὐτοφυῆ καὶ Ἡδονὴν, Ἀκίνητον καὶ Σύγκρισιν,
Μονογενῆ καὶ Μακαρίαν. Ἐκ δὲ Ἀνθρώπου καὶ τῆς
Ἐκκλησίας ἔτεροι Aἰῶνες προεβλήθησαν δυοκαί-
δεκα, Παράκλητος καὶ Πίστις, Πατρικὸς καὶ Ἐλπὶς,
Μητρικὸς καὶ Ἀγάπη, Ἀείνους(β2) καὶ Σύνεσις,
(5) οὗτος - δόγμασι. In hoc quidem simillimus
fuit magistro suuo Carpocrati, teste Irenæo. Vid. J.
Damascenum De hæresibus, apud Cotelerium, I. c.
. I. p. 27.
(55)τέγ. Ejusdem significationis exemplum exstat
p. 287, ubi de Hclena sermo est.
(56) Περὶ Βαλ. Brevem quasi summam eorum
quæ pluribus tradunt lrenæus et Epiph. in hoc ca-
pite expressam videmus.
(57) αὐτ. Εα ed. Rom. suppletum.
(58) Προαρχήν. Ita, non Προάρχην, ut cditio
prior hsbebat, esse scribendum, bene monuit Gra-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.