PG 85, col. 1367

χον παύσασθαι τῆς ἐπιθυμίας, εἱδωλοποιοῦντες αὐ-
τὴν ὲν ἑαυτοῖς ⁸ ὅπου γε ἣν ἔμελλον ἐκδοῦναι εἰς θάι
νατον, οὐκ ἀπεστρέφοντο, ἀλλὰ καὶ πλείω ἐπεμαί-
νοντο ὲν αὐτῇ. -- Ἐθάρῤει είς τὸν θεὸν, ὡς συνειδὸς
ἔχουσα καθαρόνο ἔκλαιε δὲ δειλιῶσα τὸν θάνατον,
κᾶν μαρτυρίου στεφάνους αὐτῇ προὺξένει τὸ πρᾶγμα.
-— Οὕτως ἔθος τοῖς ψευδομάρτυσι τῇ ἀληθείᾳ ψεῦδος
ἁναμιγνύειν· τῆς ἀκολουθίας ἀπαιτούσης ἐπὶ τῶν
τοιούτων σχημάτων, μήτε τοῖς ἐν ἀληθείᾳ λεχθεῖσι
προσέχειν τὸν δικαστὴν, ἀλλὰ πάντα ὡς ψευδῆ ἔχειν.
- El καὶ μὴ δύνανται Χριστὸν οἱ αἰρετικοὶ συλλα-
ϐεῖν, ἀλλὰ τοὺς πιστοὺς ἄνδρας κατέχοντες, βία παρα· Β
διδόασιν εἰς θάνατον.
ι Ἐπίστευσεν αὐτοῖς ή συναγωγή. ι
Ἐπὶ τῶν τοιουτοτρόπων τὸ τοῦ λαοῦ κρῖμα oi
ἡγούμενοι ὑποφέρουσιν· ἔνθα μάλιστά ἐστι κεκρυμ-
μένοι μυστήρια καὶ βαθέα, ειπερ 6 ἀγελαῖος οὐκ ἐπί-ο
σταται λαός ο οὕτως οἱ ἱερεῖς ἔπεισαν τὸν λαὸν σταυ-
ρῶσαι τὸν Ἰησοῦν τῆς δόξης Κύριον, λέγοντες, Οὐκ
ἔστιν οὗτος ὁ Χριστὸς ὁ προσδοκώμενος, ἀλλ’ ὲν Βεελ-
ζεϐοὺλ ἐκϐάλλει τὰ δαιμόνια · καὶ ὡς εἰδόσιν αὐτοῖς
ἀκριϐῶς τὰς Γ ραφὰς πεισθεὶς ἥμαρτεν.
( Ἐξήγειρεν 6 Θεός. ι
Πνεῦμα ἦν ἅγιον ἐν τῷ Δανιὴλ, ὅπερ κινηθὲν αὐτῷ
παρεσκεύασεν αὑτὸν λαλῆσαι· 1‘0 ἀποκρῖναι τὴν κρί-
σιν, καὶ στῆσαι σχῆμα δικαστηρίου , τοῦ καθίσαι δι-
καστὴν καὶ κρῖναι σαφῶς τὰ παρὰ τῶν μαρτύρων
λεγόμενα, καὶ μὴ ἁπλῶς πείθεσθαι τοῖς λεγομένοις ·
ὲν γὰρ τοῖς προλαϐοῦσιν αὐτοὶ κριταὶ⁴ ἦσαν καὶ μάρ-
τυρες· καὶ δῆθεν 16 ἀδιάκριτον πλῆθος ἔστησαν κρι-
τάς· καὶ αὐτοὶ τὴν τῶν μαρτύρων ὲξετέλουν τάξιν ’
οὕτως καὶ οί περὶ Καϊάφαν αὐτοὶ κριταὶ ὄντες καὶ⁴
μάρτυρες ἔλεγον, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
Αὖῖοῖ καὶ ἡμεῖς, φησὶν, ἀκούοντες, καὶ μαρτυροῦ-
μεν ὅτι βλασφημεῖ ὁ Ἰησοῦς λέγων ἑαυτὸν Θεὸν.
ι Τίς 6 λόγος 0510;; ι
Ὡς ἐξ ὕπνου ἀναστὰς 6 λαὸς ἐλάλουν ταῦτα πρὸς
τὸν Δανιήλ. —— Διδάσκει ὡς προφήτης 6 Δανιὴλ μὴ
τῷ αὐτῷ ὑποπεσεῖν ὑποδείγματι καὶ ἐπὶ τοῦ Χριστοῦ,
καὶ ἀδιακρίτως πεισθῆναι τοῖς ἡγουμένοις, καὶ κατα-,
κρῖναι τὸν Κύριον εἰς θάνατον· ἀλλ’ ἀκριὸῶς ζητεῖν
ἀπὸ τῶν Γραφῶν καὶ ἀπὸ τῶν γεγονότων εί αὑτός
ἐστιν ὁ Χριστὸς 6 προσδοκώμενος, καλ⁸ ζητοῦντες εί
συμφωνοῦσι τοῖς ἔργοις οί λόγοι.
ι Σοί¹ ἔδωκεν 6 Θεὸς 16 πρεσϐεῖον. ι
Ei. καὶ εἰρωνευόμενοι τοῦτο εἷπον οἱ πρεσϐύτεροι,
ὡς παιδίον αὑτὸν διασύροντες , ἀλλ’ οὖν οὕτως εἶχεν
ἠ ἀλήθεια, κατὰ τὸ λεχθὲν, Ἀντί τῶν πατέρων σου
ἐγεννήθησάν σοι υἱοί* ὡς καὶ 6 Κύριος εἷπε τοῖς
Ἰουδαίοις, ὅτι οἱ Υἱοὶ ὑμῶν οἱ πιστεύσαντες εις
ἐμὲ, ἔσονται ὑμῶν κριταί. —- Ὀ δίκαιος Κριτὴς
οὕτως δέχεται τοὺς δύο μάρτυρας, οὐχ ἅμα τοὺς δύο
λαλοῦντας, ὅπερ ἐποίησαν οἱ πρεσϐύτεροι , ἐκ συμ-
φωνίας ἕνα καὶ τὸν αὐτὸν εἰπόντες λόγον. - Oi γὰρ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.