PG 85, col. 1378

Ἐλέγχει τοὺς μάγους ὁ Ναϐουχοδονόσορ μηδὲν εἰ·-
δότας , καὶ ἐπὶ τοῦ ὀνείρου τῆς εἰκόνος ψευδεῖς πρι-
ϐαλλομένους λόγους, ὲν τῷ λέγειν, '0 ,βασιλεὺς εὶ-
πάτω τὸ ἐνύπνιον τοῖς παισὶν αὑτοῦ, καὶ τὴν
σύγκρισιν ἀναγγυλοῦμεν αὐτοῦ. Ἰδοὺ γὰρ νῦν
ἀκούσοντες τὸ ὄναρ, οὐκ ἔλυσαν αὐτό. ⁸
ι Καρπὸς αὐτοῦ πολύς. ι
Διά τὴν ἐπικρατήσασαν είδωλολατρείαν, εἰ καὶ
πολὺς, ἀλλ’ οὐ γλυκύς. Οὐ γὰρ εἶχεν εὐπρέπειαν μὲν
ἐμποιοῦντα , ού τρέφοντα δὲ τὸ λογικὸν, ἀλλὰ τοὺς
κτηνωδεστέρους · τοιαύτη γὰρ ή ἔξω παιδεία , εὐει-
δης κατὰ τὸ φαινόμενον δοκοῦσα, κατὰ δὲ τὸ νοούμενον
ἀνωφελής ο διὸ τὰ ἄλογα καὶ ἄγρια καὶ θηριώδη τῶν
ἀνθρώπων γένη ἑπανεπαύετο’ οὐ μὴν ό Ἰσραὴλ ὃς
ἐστι νοῦς ὀρῶν Θεὸν, ἁλλ’ οὺ σαρκικιόν.
ι Ἑπτὰ καιροὶ ἀλλαγήσονται. ι
Τρία ἥμισυ ἐτη ο oi γὰρ Πέρσαι ἕως τῆς νῦν τό»
ἐνιαυτὸν είς δύο διαιροῦσιν, εἰς χειμῶνα καὶ θέρος ο
τὸ ἔαρ χειμῶνι συζευγνύντες, καὶ τῷ θέρει τὸ μετ-
όπωρον. - ’Δντὶ τοῦ ἔαρ οἱ 0⁸ ἄγγελον ἡρμήνευσυιν,
οἱ δὲ λοιποὶ, ἐγρήγορον.
ι Ἥ βασιλεία σοι μένει. ι
Ἔθος προφητικὸν τοῦτο, ἀποτόμως μὲν λέγειν τὰ
συμϐησόμενα δεινὰ, χρηστάς δὲ ἐλπίδας ὑποφαίνειν
τοῖς μετανοοῦσιν , ὡς ὲν ἐξουσίᾳ κειμένης τῶν ἁν-
θρώπων τῆς ἐκϐάσεως.
ΚΕΦΑΛ. Z'.
ι Ἀπολέσαι ἓως τέλος. ι
Εὐθὺς γὰρ μετὰ τὸν Ἀντίχριστον τὸ τέλοςο καὶ
μάτην πλανῶνται οἱ Ἰουδαῖοι λέγοντες, ὃτι μέλλουσι
χίλια ἐτη κρατεῖν σὺν τῷ ’Δντιχρὶστῳ · τρία ἥμισυ
μόνον ἔτη μέλλοντος αὑτοῦ κατασχεῖν.
ΚΕΦΑΛ. Η’.
ι Τὸ ἒν ὑψηλότερον τοῦ ἑτέρου. ι
Διὰ τοῦ μείζους εἶναι ἐν ἀξίᾳ τοὺς Πέρσας τῶν
Μήδων.
ΚΕΦΔΛ. Θ’.
ι Καὶ ἰδοὺ ἀνὴρ Γαϐριὴλ πετόμενος. ι
Ἐπειδὴ ἐπ’ ἐσχάτων ἡμερῶν ἔμελλεν ἱλθεϊν ὁ
Χριστὸς, ἵνα γένηται ἡ ὑπὲρ τῆς τοῦ κόσμου σωτη-
ρίας θυσία, εἰκότως καὶ ὁ Γαϐριὴλ τοιαύτῃ ὥρᾳ
ὤφθη τῷ Δανιὴλ, ὁ τῆς τοῦ Λόγου σαρκώσεως εὐαγ-
γελιστὴς καὶ κή ρυξ.
ι Σφραγίσαι ἁμαρτίας. ι
Χριστοῦ παραγινομένου λύεται ἡ ἁμαρτία τοῦ κόν
σμου. - Χριστοῦ γὰρ ἐλθόντος οὐκέτι νόμῳ στοις
χοῦσι καὶ προφήτῃ* τέλος γὰρ νόμου Χριστὸς εἰς
δικαιοσύνην. -- Διὰ τῆς τοῦ Πνεύματος ἐπιφοιτή-
σεως σφραγίζονται οἱ Χριστιανοὶ, ἁνακαινιζόμενοι
εἰς τὺ κατ’ εἰκόνα. - Διὰ τοῦ μυστικοῦ ὓδατος
ἁπαλείφονται αἱ ἁμαρτίαι. - Διὰ μετανοῖας ἱλασμός
καὶ συγχώρησις γίνεται ἁμαρτιῶν , καὶ δικαιοῦταί
τις ἐκ πίστεως '3 μὴ δυνηθεὶς ἐξ ἔργων δικαίωθῆναι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.