PG 85, col. 1846

τάς ἀπρεπεῖς τοῦ σώματος κινήσεις ο ι Ἐγένετο γὰρ,
φησὶν, ἦχος ὲκ τοῦ οὐρανοῦ ὥσπερ φερομένης πνοῆς
βιαίας· ι ἵνα ἐκϐιάσηται τὴν κακίαν, τὴν ἀεὶ προς
τὸ χεῖρον βιαζομένην ἡμᾶς.
va’. Ἐνεδρεύει 6 ἐχθρὸς ὼς λέων ὲν τῇ μάνδρα
αὐτοῦ, καὶ κρύπτει ήμῖν παγίδας καὶ θήρατρα λο-
γισμῶν ἀκαθάρτων, καὶ ἀσεὸῶν· ἀλλά καὶ ἡμεῖς
ἐὰν μὴ ὐπνώττωμεν, δυνησόμεθα μείζονάς τε καὶ
χαλεπωτέρας αὐτῷ παγίδας καὶ ίστάνειν θήρατρα
καὶ λόχους. Εὐχή γὰρ καὶ ψαλμδς, ἀγρυπνία τε καὶ
ταπεινοφροσύνῃ, καὶ ή πρὸς τοὺς πλησίον διακονία,
καὶ 6 ἔλεος, καὶ ή εὐχαριστία, καὶ ή τῶν θείων λοο
γίων ἀκρόασις, λόχος τῷ ἐχθρῷ, καὶ παγίς, καὶ βό-
θρος, καὶ μάστιγες, καὶ ἀγχόνη, καὶ θήρατρα γίνε·
ται.
νβ’. Ἐπὶ πολὺ πάνυ τῆς ήλικίας προκόψας ὁ θε..
σπέσιος Δαϐὶδ, εὐχαριστῶν τῷ ἐκλεξαμένῳ αὐτὸν,
Θεῷ, φησὶ περὶ τὰ τελευταῖα τῆς εὐλογίας,“δτι ι Νῦν
εῦρεν 6 δοῦλός σου τήν καρδίαν ἑαυτοῦ εὔξασθαι τήν
προσευχὴν ταύτην. ι Τοῦτο δὲ εἴρηται, ἵνα funi;
μάθωμεν, ὅτι πολλοῦ ἀγῶνος καὶ χρόνου χρεία έν
ταῖς προσευχαῖς ο ὅπως μόλις εθρωμεν τήν ἀπαρενό-
χλητον τῆς διανοίας κατάστασιν, έτε ρόν τινα, ἐγκάρδιον
οὐρανὸν, ἔνθα οἰκεῖ 6 Χριστὸς, ῶς φησιν 6 Ἀπόστο·
λος · ι Ἢ οὐκ ἐπιγινώσκετε ὃτι Ἰησοῦς Χριστὸς οίκεῖ
ὲν ὐμῖν; ι
νγ’. Εἰ Χριστὸς ἡμῖν γέγονε δικαιοσύνη, καὶ σο-
φία, καὶτὰ ἑξῆς, εὔδηλον, ὅτι καὶ ἀνάπαυσις. ι Δεῦτε
γὰρ, φησὶ, πρός με, πάντες οί κοπιῶντες καὶ πε-
φορτισμένοι, κάγὼ ἀναπαύσω ὑμᾶς. ι Καλῶς τοίνυν
εἴρηται, ὃτι περ τὸ Σάϐϐατον, τουτέστιν ή ἀνάπαυ-
σις, διὰ τὸν ἄνθρωπον γέγονεν. Ἐν αὐτῷ γὰρ μόνῳ
τῷ Χριστῷ ἀναπαύσεως τεύξεται τὸ ἀνθρώπινον
γένος.
νδ¹. Ὠσπερ ἐστὶ ποτήριον πτώσεως καὶ κόνδυ θυ-
μοῦ, οὕτως ἐστὶ καὶ ἀσθενείας ποτήριον, ὅπερ nam
ἀφ’ ήμῶν 6 Κύριος, τῷ προσήκοντι καιρῷ, δίδωσιν
εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, ἵνα λοιπὸν μηκέτι
ἡμεῖς, ἀλλ’ οί δαίμονες ἀσθενῶσι καὶ πίπτωσι.
νε’. Ὥσπερ ἐπὶ τῶν ἔξωθεν πραγμάτων εἰσὶ κολλυ- —
ϐισταὶ , ὑφανταὶ, ίξευταὶ, πολεμισταὶ, κατασκευα-
σταί ο οὕτω καὶ ἐπὶ τῶν ἔνδον διανοοῦ, ὅτι εἰσὶ καὶ
ἐν τοῖς διαλογισμοῖς κυϐευταί, φαρμακευταὶ, πειρα-
ταὶ, θηρευταὶ, κοινωταὶ, φονευταὶ, καὶ τά ἑξῆςο οὐσ-
τινας χρὴ συντόμως προαποκλείειν δι’ εὐσεδοῦς ἀν-
τιλογίας καὶ προσευχῆς, καὶ μάλιστα τοὺς κοινωτέκ,
lu: μὴ κοινώσωσι τὸν ἆγιον τόπον, καὶ βεϐηλώσωσι
τὸν ἄνθρωπον τοῦ Θεοῦ. ’
νς’. Οὐ μόνον γλώσσῃ λῃστεύεται Κύριος πρὸς τὸ
σῶσαι, καθάπερ ἐπὶ τοῦ λῃστοῦ βοῶντος ἀπὸ τοῦ
σταυροῦ, ἀλλά καὶ λογισμῷ. «Ἔλεγε γὰρ, φησὶν, ὲν
ἑαυτῇ ή αἱμόρρους ο Κᾶν ἅψωμαι τά κράσπεδα τῶν
ίματίων αὐτοῦ, σωθήσομαι. ι Καὶ ὁ παῖς τοῦ Ἀδρα-
ἁμ περὶ Ῥεϐέκκας λαλῶν τῷ Θεῷ κατά διά-
νοιαν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.