PG 85, col. 1849

θεόν · παρ’ ἑαυτῇ δὲ μᾶλλον κρατοῦσα, δεσμοῖς άλύο
τοις καταδεσμεῖ, συντονωτέρους καὶ δριμυτέρους
λοιπὸν τοὺς πόθους τῆς ἀπωλείας ἐργαζομένη.
νη’. Πρόσεχε σεαυτῷ ἀπὸ τῶν φαρμάκων τῆς ἰε-ο
ζάϐελ, ὦν μάλιστά εἰσιν οί λογισμοὶ τοῦ τύφου καὶ
ματαίας δόξης. Δυνήσῃ δὲ τούτων περιγενέσθαι, τῇ
χάριτι τοῦ Θεοῦ ἐξουδενῶν τὴν ψυχὴν καὶ εύτελίζων
αὐτὴν, καὶ ῥίπτων σεαυτὸν ἐνώπιον Κυρίου, κα)⁸
ἐπικαλούμενος αὑτὸν είς τὸ βοηθῆσαί σοι, καὶ γινώ-
σκων ὅτι ούράνιά ἐστι τά χαρίσματα, διὸ λέγει·
ι Οὐδεὶς δύναται λαμϐάνειν οὐδὲν, εί μὴ δεδομένον
αύτῷ ὲκ τοῦ ούρανοῦ. ι
νθ’. Φησὶν 6 νόμος· ι Ἐάν δὲ ὦσι μεμαρτυρημέ-
νοι α’ύτῴ καὶ μὴ ἀφανίσῃ αὑτὸν, ἀποτίσει. ι Ἔστιν
ὅτε ἐν συμποσίῳ προπηδᾷ 6 κενόδοξος λογισμὸς,
λαλῆσαι βουλόμενος παρά τὸν καιρόν. Διαμαρτύρον·
ται δέ σοι οί ἀγγελικοὶ λογισμοὶ, ἀφανίσαι τὸν φιλο·
φλύαρον καὶ ἀκαιρον λογισμόν. Ἐάν τοίνυνμὴ ἀφα-
νίσης αὐτὸν τῇ ἀγαθῇ σιωπῇ, ἀλλά παραχωρήσῃς
αὐτῷ προελθεῖν εἰς τὸ ἔξω, ὑποχαυνωθεὶς τῷ τύφῳ,
τότε λοιπὸν ἀποτίσεις τὺ ὄφλημα, ἢ ἁμαρτία μεγάλῃ
ὑπὸ τῆς δίκης παραδοθεὶς, ἢ βαρείαις τισὶν ὀδύναις
σκυματικαῖς,ἢ στιϐαραῖς ἀδελφῶν προσκρούσεσιν, ἢ
τῇ κατά τὸν μέλλοντα αἰῶνα τιμωρία. Καὶ γάρ ὑπὲρ
ἀργοῦ καὶ κενοδόξου λόγου λόγον ἀποτίσομιν διὰ
τὴν τῆς γλώσσης ἀπαιδευσίαν. Διὺ δεῖ τὴν γλῶτταν
ἡ μῶν νηφόντως φυλάττειν.
ξ’. Ὅσοι ἐν ἡδοναῖς τε πειράζονται, καὶ θυμοῖς,
καὶ φιλοδοξίᾳ, καὶ τοῖς ἑξῆς, οὗτοι λέγονται τῷ μὲν
ἡλίῳ ἡμέρας συγκαίεσθαι, νύκτωρ δὲ τῇ σελήνῃ.
Εῦξαι τοίνυν τῇ θείᾳ σκεπασθῆναι δροσοϐόλῳ νεφέλῃ,
ὅπως ἂν τὸν φλογμὸν τῶν ἐχθρῶν διαφύγῃς.
Ea.’ Μηδαμῶς πρὸς σὲ παρρησίαν δῷς τοῖς τῆς
οἰνοφλυγίας ὑπασπισταῖς, καὶ⁵ δούλοις τῆς ἀτάκτου
τραπέζης· μηδὲ τοῖς μετὰ ἀναισχυντίας λαλεῖν σοι
βουλομένοις, κᾶν πολιοὶ τὺιπρόσωπον ὑπάρχοιεν, κᾶν
πολὺν χρόνον ἔχοιεν ὲν τῷ μονήρει βίῳ, ῖνα μὴ,
κατὰ τὴν Γραφὴν, ι σαπρία καλύψῃ σε, ι καὶτοῖς
ἀκαθάρτοις καὶ τὴν καρδίαν ἀπεριτμήτοις συναπα-
χοῇςο
ξβ’. Πρῶτον ἐγχειρίζεται Πέτρος τάς κλεῖς, εἶτα
συγχωρεῖται πεσεῖν πρὸς τὴν ἄρνησιν, ὥστε σωφρο-
νισθῆναι τῇπτώσει τὸ φρόνημα. Καὶ σὺ τοίνυν ἂν
τῆς γνώσεως τὴν κλεῖδα δεξάμενος, ποικίλοις λογι-
σμοῖς περιπίπτῃς, μὴ ξενίζον · δόξαζε δὲ τὸν μόνον
σοφὸν ήμῶν Κύριον, τὸν ταῖς περιπτώσεσι χαλινοῦν·
τα τὴν οἴησιν τὴν ὲπαναϐαίνουσαν τῇ θειοτέρα γνώσ
σει· οἱ γὰρ πειρασμοὶ χαλινὸς ὑπάρχουσι, χαλινοῦν
δυνάμενοι τὸ ἀνθρώπινον φύσημα, τῇ τοῦ Θεοῦ προ-
νοια..
έγ’. Ei τὰ καλά πολλάκις ἐξ ἡμῶν ἀφαιρεῖται 6
Κύριος, ὥσπερ τὸν πλοῦτον τοῦ Ἰὼϐ, ( ι Κύριος γάρ
ἔδωκε, Κύριος ἔλαϐε, ι ) πάντως που καὶ τὰ κακά
ἅπερ ἡμῖν ἐπήγαγεν 6 Αίώνιος ἐκ χειρὸς ἡμῶν
ύεται. ι Ἀγαθὰ γάρ, φησὶ, καὶ κακὰ παρὰ ’Κυρίου · ι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.