PG 85, col. 1851

μαρτύριον καὶ σημεῖον τῷ ἡμετέρῳ ἐν τῷ κρυπτῷ
Ἰωσὴφ τιθεμένη ἀπαθείας ἓν ἐσμεν· καθ’ ῆνδ νοῦς
ἐξελθὼν ἐξ Αἰγύπτου. ἀφίσταται μὲν τῶν ἑμπαθῶν
ἀρσεων, καὶ τῆς ἐν τῷ κοφίνῳ αἰσχροτάτης δουλείας,
γλῶσσαν δὲ ἠν οὐκ ἔγνω ἀκούει· οὑκ ἐτι γλῶσσαν
δαιμόνων ρυπαράν, καὶ φθαρτικὴν τῆς ὀρθῆς δια-
νοίας, ἀλλά γλῶσσαν ἁγίαν φωτοφόρων ἀγγέλων, με-
τατυπούντων τὸν νοῦν ἀπὸ τοῦ σώματος ἐπὶ τὸ ἀσώ-
ματονο γλῶσσαν φωτιστικὴν τῆς δεχομένης ψα-
ης.
mg}. Ἤκουσά τινων ἀδελφῶν ἀρρωστούντων τὸ
σῶμα ἀνενδότως, καὶ μὴ δυναμένων κεχρῆσθαι τῇ
νηστείᾳ, εἰρηκότων πρός με ο Πῶς δυνάμεθα χωρὶς
νηστείας ἀπαλλαγῆναι τοῦ διαϐόλου καὶτῶν παθῶν;
Πρὸς οὓς λεκτέον , ὅτι Οὐ μόνον διὰ τῆς ἀποχῆς τῶν
ἐδωδίμων, ἀλλά καὶ διά κραυγῆς καρδίας ἐπιτρίψαι
καὶ¹ ἐξοστρακίσαι δυνήσεσθε τά τε φαῦλα καὶ τοὺς
τῶν φαύλων ὑποϐολεῖς. ι Ἐκέκραξαν γὰρ, φησὶ,
πρὸς Κύριον ἐν τῷ θλίϐεσθαι αὑτοὺς, καὶ ἐρρύσατο
αὐτούς. ι Καὶ πάλιν γέγραπται’ ι Ἐκ κοιλίας ᾅδου
κραυγῆς μου ἧκουσας φωνῆς μου· καὶ ἀναϐήτω ἐκ
φθορᾶς ἠ ζωή μου. ι Διόπερ μέχρις ὅτου παρέλθῃ η
ἀνομία, τουτέστινή ἐνόχλησις τῆς ἁμαρτίας, κε·-
κράξομαι, φησὶ, πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὅπως
μεγίστην εὐεργεσίαν δωρούμενος, αὑτήν τε τὴν προσ-
ϐολήν τῆς ἁμαρτίας ἐξαφανίση τῇ ἐαυτοῦ ἐξουσίᾳ,
καὶ τὰ τῆς ἐμπαθοῦς διανοίας εῐδωλα ἐξαλείψῃ, καὶ
ἀνειδώλους δείξῃ τὰς παρ’ ἡμῶν κατειδώλους ἀσθε-
νείας [Ian τὰς παρ’ ἡμῖν κατειδώλους Ἀθῆνας]. El
τοίνυν μὴ εῐληφας χάρισμα ἐγκρατείας, γίνωσκε ὅτι
δι’ εὑχῆς καὶ ἐλπίδος θέλει σε 6 Κύριος είσακουσθῆναι
δεόμενον. Ἐγνωκὼς οῦν τὺ δεσποτικὸν κρῖμα, μὴ
ἀθύμει ἐπὶ τῇ τῆς ἀσκήσεως ἀδυναμίᾳ· μᾶλλον δὲ
δὸς ἐργασίαν ἀπηλλάχθαι τοῦ ἐχθροῦ, δι’ εὐχῆς καὶ
ὑπομονῆς εὐχαρίστου. Ἐὰν οὖν διώκωσιν ὑμᾶς οἱ
λογισμοὶ τῆς ἀσθενείας, καὶ τῆς ταλαιπωρίας ἀπὸ
τῆς πόλεως τῆς νηστευτρῖας, φεύγετε είς-τὴν ἀλλην·
τουτέστιν είς τὴν εὐχὴν καὶ είς τὴν εὐχαριστίαν.
ξθ’. Φησὶν 6 Φαραὼ ίκετεύων · ι Περιελέτω ὁ θεὸς
ἀπ’ ἐμοῦ τὸν θάνατον τοῦτον, ι καὶ εἰσηκούσθη·
ὁμοίως δὲ καὶ⁵ ot δαίμονες παρακαλέσαντες τὸν Κύ-
ριον ἵνα μὴ τῇ ἀϐύσσῴ παραπεμφθῶσιν, ἔτυχον τοῦ
αίτήματος · πόσῳ μᾶλλον είσακουσθήσεται Χριστια-
νδς ἄνθρωπος, δεόμενος ἐλευθερίας τυχεῖν τοῦ νοητοῦ
θανάτου ;
o'. ὐ χρόνον τινὰ ὑπὸ τῆς θείας φωτιζόμενος καὶ
ἀναπαυόμενος χάριτος, μετά δὲ τὴν ταύτης ὑποστο-
λὴν, ρεμϐασμοῖς περιπίπτων, καὶ γογγύζων διὰ
τοῦτο, καὶ μὴ ἀνδριζόμενος, διὰ τῆς ἱκεσίας πάλιν.
ἐπανακαλέσασθαι τὴν σωτήριον ἐκείνην πληροφο-
ρίαν, ἀλλ⁹ ἀποδυσπετῶν, ὅμοιός ἐστι πτωχῷ λαϐόντι
ἐλεημοσύνην ἀπὸ τοῦ παλατίου, καὶ δυσανασχετοῦν-
τι, διότι οὑκ εἰσῆλθεν ἔσω συναριστῆσαι τῷ βασι-
λετ.
οα’. ι Μακάριοι οί μὴ ἰδόντες με καὶ πιστεύσαν-
τες, ι ὡς μακάριοι οἱ καθ’ ὑποστολὴν τῆς χάριτος

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.