PG 85, col. 1856

θάνατον, πρόξενον γενόμενον τῆς αἰωνίου βασιλείας
[ῖσ. ζωῆς]-
ιιγθ. Ὅταν φθάσῃς νοῆσαι, ὅτιὸ ’Δμορραῖος ἰσχύει
ὲν σοὶ ὡς δρῦς· δεήθητι τοῦ Κυρίου ἐκτενῶς, ἵνα
ξηράνῃ τὸν καρπὸν αὑτοῦ ὑπεράνωθεν, τουτέστιν τὴν
πρακτικήν ἁμαρτίαν, καὶ τάς ῥίζας αὑτοῦ ὑποκά-
τωθεν, τουτέστιν τοὺς ἀκαθάρτους λογισμοὺς, καὶ
ἵνα ἐξάρῃ Κύριος τδνἈμορραῖον ἀπὸ προσώπου σου.
ιβ’. Οὐ χρὴ ξενίζεσθαι, ήνίκα ἂν βλέπητε κατα-
γελῶντας τῆς ἡσυχίας ἡμῶν, τοὺς μὴ δυναμένους
ἡσυχάζειν, μᾶλλον δὲ καταψάλλετε αὐτῶν, μή μέντοι
μνησικακοῦντες. Καὶ τὴν πρὸς Θεὸν ὑποταγὴν ὑμῶν
σφοδροτέραν άντιστήσατε αὐτοῖς, βοῶντες ἐν τῷ
ὑμνεῖν· Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ή ψυχή μου · ἀντὶ
γάρ τοῦ ἀγαπᾷν με, ένδιέσαλλόν με, ἐγὼ δὲ προσ·
ηυχόμην, ὑπὲρ τῆς ἐμαυτοῦ τε καὶ τῆς ἐκείνων ἰά-
σεως.
ιιεθ. Μή πνεύσαντος έν τῇ θαλάσσῃ ἀνέμου σκλη-
ροῦ, οὐκ ἂν φανείη κῦμα, καὶ μὴ ἐπιδημήσαντος
ἡμῖν δαίμονος, ού μὴ χειμασθῇ πάθεσιν ή--ψυχὴ, οὔτε
τὸ σῶμα.
ις’. Ἐάν θερμαίνῃ ἀεὶ τῇ προσευχῇ, καὶ τῇ θεία
χάριτι, φησί πρὸς σὲ ή θεία Γραφὴ ὡς πρὸς ἐνδεδυ-
μένον τά ὅπλα τοῦ φωτὸς, σοῦ δὲ ἡ στολὴ θερμή. Ol
γὰρ ἐχθροί σου καθάπερ διπλοΐδα αἰσχύνην περιδέ-
6ληνται, καὶ τήν ταρταρότητα.
ιιξν. Μνήμην λαμϐάνων τῶν παραπτωμάτων σου,
μὴ ὄκνει τύπτειν τὸ στῆθος, ὅπως ταῖς τοιαύταις
πληγαῖς λατομήσῃς τὴν πωρωθείσαν καρδίαν, καὶ
εὕρῃς τὸ μέταλλον τοῦ τελωνικοῦ χρυσίου, καὶ χα-
ρίσῃ πάνυ έπί πλούτῳ κρυφίῳ.
1-ιηί Ιιῢρ τῶν πρὸς τά κρείττονα λιτῶν, τῆς ἀγίας
μελέτης τῶν λογίων τοῦ Πνεύματος. καυθήτω δια-
παντὸς ἐπὶ τὸ θυσιαστήριον τῆς ψυχῆς σου.
ιιθν. Ἐἀν ἀεὶ σπουδάζῃς ὑποδεδέσθαι τοὺς πόδας
ὲν τῇ ἑτοιμασίᾳ τοῦ Εὑαγγελίου τῆς εἰρήνης, οἰκοδο-
μήσεις πάντως καὶ τὸν σεαυτοῦ οἷκον καὶ τὸν τοῦ
πλησίον σου ο ὲάν δὲ ρᾳθυμήσῃς, ὲμπτυσθήσῃ ἀορά-
τως, καὶ κατά τὸν νόμον κληρονομήσεις τὸ ὄνομα
τοῦ ύπολυσαμένου τὸ ὑπόδημα.
ρ’. Εἰ, κατά τὸν Ἰωάννην, ὁ Θεὸς ἀγαπη ἐστὶν, δ
ἀγαπῶν ὲν τῷ Θεῷ μένει, καὶ ό Θεὸς ὲν αύτῷ·ὁ
δὲ μισῶν τὸν πλησίον, ὲν τῇ τῆς ἀγάπης διαζεύξει,
δῆλον ὅτι τὸ μῖσος ύφίστησιν. '0 μισῶν ἀρα τὸν
ὁμογενῆ, ἑν τῇ ἀπὸ Θεοῦ ὑπάρχει διαστάσει · εἰπερ
ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ μένων έν τῇ ἀγάπῃ, ὲν
τῷ Θεῷ μένει, καὶ ό Θεὸς ὲν αὑτῷ · ᾧή δόξα καὶ τὸ
κράτος εἰς τοὺς αἰῶνας. ’Δμήν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.