PG 85, col. 838

Δξνοπέλωρον ὄφιν ζοφεροῖς ἐπέδησας ὲν αὐλαῖς,
Οὓς δὲ πέδαις ζώγρησεν, ὅλους κύδιστ’, ἐσάωσας,
Ὃς πόλον ἀστερόεντα τανυσσάμενος σέο χειρὶ,
:ttt. Γῆν δὲ μέσον χάεος νοτίοις νώτοισιν έρεισας,
’0 φλογεράς δαΐδας πώλοις Τιτᾶνος δπασσας,
3: Μήνην άργεννὴν δὲ βοόζυγα νυκτὶ τέλεσσας,
’0 βροτὸν ἄνδρα τεῇ μορφῇ τεῦξας πανόμοιον,
Ὃν παραδεισιάὼς καλιῆς κορέσασθαι ἄνωγας,
:olubrt Θηρὸς δ’ αἰνοτάτου ὄφεως ὑποθημοσύνῃσιν
Εύδένδροιο πέδοιο λιασθέντα πάλιν αὐτὸς
ιιιι, Διζόμενος ἐσάωσας Ἀναξ, ὲλεήμονι θυμῷ,
Β Κείνου δὲ σκόλοπι πληγὴν τεῷ ὲξακέσαο,
Χριστοῦ ἐπωνυμίη πάντ’ ἄλγεα τοῦδε καθήρας ⁸
Τοῦδε γὰρ εἵνεκα πᾶσα φαείνεται άνδροφόρος γῆ,
Οὐρανὸς ὲκτετάνυσται, ἀτὰρ χθὼν ἡρείρισται,
’Υδατα δὲ προχέονται· ὃλη δέ σε μοῦνον Ἀνακτα
Βαλὸὶς παντομέδοντα ἐπίσταται · ἐλθὲ, σάωσον
Σῇ κρατερῇ βουλῇ δμωὴν σέο, μηδέ με δεινός
Μῶμος νικήσῃ · σεῦ γὰρ χάριν, ἀφθιτοεργὲ,
Ἥνεκέως μενέμεν ἐθέλω μάλα παρθένος ἁγνή.
Κηρόθι γάρ σε, φέριστε, λίην ἀγάπαζον Ἰησοῦ,
Δέσποτά μευ πολύαινε · σὺ γάρ πυρσὸν φλεγέθοντα
Σεῖο ποθῆς πύρσευσας, ὲμῷ δ’ ὲνεθήκαο θυμῷ.
iqui Τῷ νῦν μήποτε σὴν δμωὴν δαμάσῃς ὑπὸ χεῖρα
_ Ἃντιδίου, στυγεροῖο, ἀθεσμίου, ἀντιθέοιο,
Μηδὲ παρεξελθεῖν με, Μάκαρ, σ’έο Θέσφατ’ ἐάσῃς.
Ἀλλ’ ἀπάλακτ’ ἀλάτην, συνθήμονα, αἱνοσοφιστήν.
Ὡς ἡ μὲν τά ἕκαστα πιφασκομένη, ἑὸν αἶψα
Σῶμα Θεοῦ σφρηγῖδι κεκορυθμένη, βδελυρωπὺν
, Λύτίκα δαίμονα σεῦ’ ἐν ἐπωνυμίη Χριστοῖο,
Καὶ τὸν μὲν προέηκεν ἀτίμητον μάλα πάγχυ.
Ὃς δὲ σὺν αῖσχεῖ πολλῷ ἕδη κατενῶπα μάγοιο.
δ, Δαίμονα Κυπριανὸς δ’ εἰρώτεε· Ποῖ πέλει αῦτη,
Ἢν σοι ἐγὼ κελόμην δεῦρ’ ἀξέμεν ὄττι τάχιστας
Ἐννεπε δ’ ἀντίπαλος σάφα πάντα · Μήτι μετάλλα·
Ἤ γάρ ἐγὼ φοϐερὸν περιδείδια σῆμα νοήσας.
Μειδήσας δὲ μάγος, χαλεποῖς ἔργοισι πεποιθὼς.
Κίκλησκεν πάλιν ἄλλον ἁταρτηρὸν Βελίαρον.
Κυπριανῴ δ’ άγόρευε’ Μάθον καὶ σεῖο άνωγὴν,
Καὶ τοῦδ’ αὖ κακότητα ° ὅθεν γενέτης μ’ ἀνέπεμπε
Σὼν ἀχέων ἐπαρωγόν. '0 δ’ αἶψα μάγος κεχαρηὼς
- Ἐννε πε· Tr. τόδε δαῖμον, ὅλον δῶ παρθένου ἁγνῆς
tingui-4 ρ ἐγκιτάδευσον ο ἐγὼ δ’ όπιθει σέο βαίνω,
Πείσειν δ’ αἶψ’ ὀΐω μιν. '0 δ’ ᾤχετο. Σεπτοτάτη δὲ
Ιιαρθένος αἰδοίη νυκτὸς κατά μέσσον Ἀ νακτι
Εύχωλὴν ἀνέπεμπε, τάδε ἐκ στομάτων προϊεῖσα ·
Μεσσατίην κατὰ νύκτα ὲμῶν λεχέων ἀνόρουσα
Ἐξερέειν, κύδιστε, ἁμαρτάδας, ἇσπερ ἔτευξα,
Εὑδικίης κατενῶπα τεῆς, κρίσεως δέ τ’ ἀληθοῦς,
Ὦ κρατέων γενετῶν, ὲλεητύος ἄφθονε δωτὴρ,
_Al6t:piwv νομοδῶτα, καὶ οὐρανίων ἐπίκουρε,
νει-ε. 116 -

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.