PG 86, col. 2621

καὶ νόμοις κεχρήμεθα, πληθύνεσθαι δι’ αὐτῆς τὴν
ἁπανταχόσε ἁγίαν τοῦ Θεοῦ καθολικὴν καὶ ἀποστο-
λικὴν Ἐκκλησίαν, τὴν ἄφθαρτον καὶ ἀτελεύτητον
μητέρα τῶν ἡμετέρων σκήπτρων , εἰρήνῃ τε καὶ τῇ
περὶ Θεοῦ ὁμονοία τοὺς εὐσεϐεῖς λαοὺς διαμένοντας,
εὐπροσδέκτους τὰς ὑπὲρ τῆς ἡμετέρας βασιλείας
ἱκετείας προσφέρειν, σὺν τοῖς θεοφιλεστάτοις επι-
σκόποις καὶ θεοσεϐεστάτοις κληρικοῖς, καὶ ἁρχι-
μανδρίταις καὶ μονάζουσι. Τοῦ γὰρ μεγάλου Θεοῦ,
καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐκ τῆς ἁγίας
Παρθένου καὶ Θεοτόκου Μαρίας σαρκωθέντος, καὶ
τεχθέντος, τὴν ἐκ συμφωνίας δοξολογίαν τε καὶ λα-
τρείαν ἡμῶν ἐπαινοῦντος, καὶ ἑτοίμως δεχομένου,
τὰ μὲν τῶν πολεμίων ὲκτριϐἡσεται καὶ ἐξαλειφθή-
σεται γένη· πάντες δὲ τὸν οἰκεῖον ύποκλινοῦσιν αὐ-
χένα τῷ ἡμετέρῳ μετὰ Θεὸν κράτειο εἰρήνη δὲ, καὶ
τὰ ἐκ ταύτης ἀγαθὰ, ἀέρων τε εὐκρασία, καὶ τῶν
καρπῶν εὐφορία , καὶ τὰ ἄλλα δὲ τὰ.λυσιτελοῦντα
τοῖς ἀνθρώποις φιλοτιμηθήσεται. Οὕτως οὖν τῆς
ἀμωμήτου πίστεως ἡμᾶς τε xui. τὰ Ῥωμαῖκὰ περι-
σωζούσης πράγματα, δεήσεις ἡμῖν προσεκομίσθησαν
παρὰ οεοσεϐὦν ἀρχιμανδριτῶν καὶ ἒρημιτῶν, καὶ
ἑτέρων αἰδεσίμων ἀνδρῶν , μετὰ δακρύων ἱκετευόν-
των, ἕνωσιν γενέσθαι ταῖς ἁγιωτάταις Ἐκκλησίαις,
συναφθῆναί τε τὰ μέλη τοῖς μέλεσιν, ἅπερ ὁ μισό-
καλος ἀπὸ πλείστων χρόνων χωρίσαι κατηπείχθη ⁸
γινώσκων ὡς εί ὁλοκλήρῳ τῷ τῆς Ἐκκλησίας σώματι
πολεμῲη (90), ἡττηθήσεται. Συμϐαίνει γὰρ ὲκ τού·
του καὶ γενεὰς ἀναριθμήτους εἶναι, ὅσας ὀ χρόνος
ὲν τοσούτοις ἔτεσι τῆς ζωῆς ὐπεξήγαγεν· καλ⁸ τὰς μὲν
τοῦ λουτροῦ (9|) τῆς παλιγγενεσίας ἐστερημένοις
ἀπελθεῖν , τὰς δὲ τῆς θείας κοινωνίας μὴ μετασχού-
σας, πρὸς τὴν τῶν ἀνθρώπων ἀπαραίτητον ἐκδημίαν
ἀπαχθῆναν φόνους τε τολμηθῆναι μυρίους, καὶ αἱμά-
των πλήθει μολυνθῆναι μὴ μόνον τὴν γῆν, ἀλλὰ καὶ
αὐτὸν τὸν ἀέρα. Ταῦτα τίς οὐκ ἂν είς τὸ ἀγαθὸν με-
τασκευασθῆναι προσεύξοιτο; Διά τοι τοῦτο, γινώσκειν
ὑμᾶς ἐσπουδάσαμεν , ὅτι καὶ ἡμεῖς καὶ αἱ πανταχοῦ
Ἐκκλησίαι ἕτερον σύμϐολον ἡ μάθημα, ἢ ὅρον πί-
στεως, ἢ πίστιν πλὴν τοῦ εἰρημένου ἁγίου Συμϐόλου
τῶν τιη¹ ἁγίων Πατέρων, ὅπερ ἐϐεϐαίωσαν οί μνημο-
νευθέντες ρν’ ἆγιοι Πατέρες, οὐτε ἐσχήκαμεν, οὕτε
ἔχομ εν, οὔτε ἕξομεν, οὐτε ἔχοντας ἐπιστάμεθα. Εἰ δὲ
καὶ¹ ἔχοι τις, ἀλλότριον αὐτὸν ἡγούμεθα. Τοῦτο γὰρ
\iALESll ANNOTATIONES.
(89) Πᾱσῃ προσευχῇ καί σπουδῇ. Sic etiam‘
legitur apud Nicephoruun Nec aliter legerat vetus
iuierpres’ ejus edicti apud Liberatutn in cap. 18.
Ita enim vertit : Noctibus ac diebus oratione et sm-
dio et legibus uitiatur multiplicari per eam sanctam
catholica-nt et apostolicam Ecclesium. Mihi tamen
potius videturscribendum esse ardor} προσοχῇ. Quid
sit προσοχὴ docet Suidas, qui veteris scriptoris
locum atieit. Certe haec emendatio magnopere
mihi arridet.
mihi arridet.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.