PG 88, col. 636

καὶ τὸν Ἀμαλὴκ τῶν παθῶν τροπὼσωνται. Ἠπατή.
θησαν τοίνυν oi ἑαυτοὺς ἀποδιδόντες, καὶ μηδενὸς
τοῦ προηγουμένου χρῄζειν ὑπονοήσαντες. Οί μὲν ἐξ
(12) Αἰγύπτου ἐξιόντες, Μωσέα · οἰ δὲ ἐκ Σοδόμων
ἐκφυγόντες, ἄγγελον τὸν καθηγοῦντα ἐκέκτηντο. Καὶ
oi μὲν τοῖς τὰ ψυχικά πάθη ἰωμένοις δι’ ἐπιμελείας
ἰατρῶν ἐοίκασιν, οἵτινές εἰσιν οἱ ἐξ Αἰγύπτου ἐκπο-
ρευόμενοι. Oi δὲ τὴν τοῦ δυστήνου σώματος ἀκαο
θαρσίαν ἐπιποθοῦσιν ἐκδύσασθαι. Διὸ καὶ ἀγγέλου,
ἢ γοῦν ίσαγγέλου, ἵνα οὔτως εῐπω, τοῦ σύμ-ϐοηθοῦν-
τος ἐπιδέονται. Καὶ γὰρ τὴν σηπεδόνα τῶν τραυμά-
των, τεχνίτου λίαν, καὶ ἰατροῦ ἐπιδέομεθα (15). Βίας
ἀληθῶς καὶ ἀπαύστων ὀδυνῶν oi εἰς οὐρανὸν μετά
σώματος ἀνελθεῖν ἐπιχειρήσαντες δέονται· καὶ μά-
λιστα ἐν προοιμίοις αὐτοῖς τῆς ἀποταγῆς ' ἄχρις οῦ
τδ φιλήδονον ή μῶν ἦθος καὶ ἀνάλγητος καρδία, είς
φιλοθεταν, καὶ ἁγνισμὸν διά πένθους ἐναργοῦς κα-
τασταθῶσι. Μόχθος γὰρ ὅντως, μόχθος, καὶ πολλὴ
καὶ ἁόρατοςή πικρία, καὶ μάλιστα τοῖς ἀμελῶς
διακειμένοις, ἄχρις οὗ τὸν φιλομάκελλον κύνα νοῦν,
καὶ φιλόὸρομον, φίλαγνόν τινα καὶ φιλεπίσκοπον, δι’
ἁπλότητος, καὶ άοργησίας βαθείας, καὶ ἐπιμελείας
ποιήσωμεν. Πλὴν θαρσῶμεν οἱ ἐμπαθεῖς, καὶ ἀδυ-
νάμενοι, πίστει ἀδιστάκτῳ τὴν ἡμετέραν ἀσθένειαν,
καὶ ψυχικὴν ἀδυναμίαν τῇ χειρὶ ήμῶν, τῇ δεξιᾷ
Χριστῷ προσφέροντες, καὶ ἐξομολογούμενοι· καὶ
πάντως τὴν αὐτοῦ βοήθειαν, καί. ὑπὲρ τὴν ἑαυτῶν
ἀξίαν κομιζόμεθα · ἐν βυθῷ μέντοι ταπεινοφροσύνης
ἑαυτοὺς διηνεκῶς καταφέροντες. Γινωσκέτωσαν πάν-
τες οἱ ἐν τῷ καλῷ ἀγῶνι τούτῳ τῷ (fl) σκληρῷ,
καὶ στενῷ, καὶ ἐλαφρῷ προσερχόμενοι, ὡς εἰς πῦρ
προσεληλύθασιν εἰσπηδῆσαι, εἴπερ πῦρ άῡλον ὲν
ἑαυτοῖς ἐνοικῆσαι ἐκδέχονται. Δοκιμαζέτω δὲ ἕκαστος
ἐαυτὸν, καὶ εἷθ’ οὓτως ἐκ τοῦ ἄρτου αὐτῆς τοῦ μετά
πικρίδων, καὶ ἐκ τοῦ ποτηρίου αὐτῆς τοῦ μετά δα-
κρύων ἐσθιέτω, καὶ πινέτω, ίνα μὴ είς κρῖμα
ἐαυτῷ στρατεύηται. Εἰ οὐ πᾶς ό (15) βαπτιζόμενος
σέσωσται, τὸ ἐξῆς σιωπήσομαι, πάντα ἀπαρνήσον-
ται, πάντα καταφρονήσουσι ο πάντα καταγελάσονται’
πάντα ἐκτινάξονται οἱ προσερχόμενοι, ἵνα καλὸν
θεμέλιον καταδάλωνται. Καλὸς τρίδομος καὶ τρί-
στυλος θεμέλιος ἀκακία, νηστεία, σωφροσύνη. Πάν-
τες οἰ ἐν Χριστῷ νήπιοι διὰ τούτων ἀρχέσθωσαν,
τεκμήριον λαμϐάνοντες τὰ αἰσθητά νήπια. Οὐδὲν
γίνεται παρά ἐκείνοις δεινὸν, οὐδὲν ὓπουλον εὑρε-
θήσεται ποτε ο οὐ κόρος ἀκόρεστος · οὐ γαστὴρ ἀχόρ-
ταστος· οὐ σῶμα πυρούμενον. Ἴσως γὰρ κατὰ τὴν
αὔξησιν τῆς τροφῆς λοιπὸν προκόπτονταιτ καὶ τὴν
πύρωσιν προσλαμϐάνονται. Μισητὸν ἀληθῶς καὶ
ἐπικίνδυνον τὸ ἐξ εἰσόδου τῆς πάλης χαυνωθῆναι τὸν
παλαίοντα, πᾶσι διδόντα τεκμήριον τῆς ἐαυτοῦ σφα-
γῆς. Ἔστω ήμῖν πάντως ἐκ τῆς mappa; ἀρχῆς, καὶ
ἐν τῇ μετ’ αὐτὴν χαυνὼσει ὠφέλεια. Ψυχὴ γὰρ άν-
δρισαμένη, καὶ ὑποχαλάσασα, ὑπὸ τῆς μνήμης τῆς
’ἀρχαίας σπουδῆς, ὡς ὑπὸ κέντρου, πλήσσεται. Διὸ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.