PG 89, col. 1372

Ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ νεφέλη φωτεινὴ
ἐπεσκίασεν αὐτοῖς · καὶ φωνὴ ἐκ τῆς νεφέλης
λέγυυσα· Οὗτός ἐστιν ὀ Υιός μου ό ἀγαπητὸς,
ἐν ᾧ ηὑδόκησα· αὑτοῦ ἀκούετε. Ἀκούσαντες
δὲ οι μαθηταὶ, ἔπεσον ἐπὶ τὸ πρόσωπον αὐτῶν,
καὶ ἐφοϐήθησαν σφόδρα. Kal προσῆλθεν o' ’1η-
σοῦς, καὶ ἥψατο αὐτῶν, ,λέγων ' Ἐγείρεσθε, καὶ
μὴ φοϐεῖσθε. Ἑπάραντες δὲ τοὺς ὀφθαλμοὺς, οὐ·
δέκα εἶδον εί μὴ μόνον Ἰησοῦν. Ἐτιτοῦ Πέτρου
λαλοῦντος τὰ τῆς προσπαθείας τῆς πρὸς τὸν διδασκα-
λον ῥήματα, φωτεινή τις ἄνωθεν νεφέλη ἐπεσκέασε ο
ιι. Β καὶ φωνὴ παρῆν ἐκ τῆς νεξέλης διορθουμένη τὸν
Πέτρον ° ἴσως καὶ τοὺς συμμαθητὰς τὰ αὐτὰ θέ-
λοντας αὐτῷ, καὶ λέγοντας ὲν τῷ ὄρει μένειν ο
ὥστε μηδὲν ἐναντίον φρονεῖν τῷ ἀγαπητῷ Υίῷ,
ἀλλ’ ἀκούειν αὑτοῦ, καὶ ἔπεσθαι τῷ θελήματι αὑ-
τοῦ. Σωτήριον γάρ ἐστι πάντων ἀνθρώπων. Τί δὲ
χρὴ νοεῖν τὴν νεφέλην ταύτην, ἐκ τῶν ὁμοῖων εἰρη-
μένων ἐν τῇ Γραφῇ ζητητέον. Εὖρομεν γὰρ καὶ τὸν
Μωῡσῆν εἰσελθόντα εἰς τὴν νεφέλην, ὅτε τὸ ὅρος
ἐκάλυψεν ὲν τῇ ἐρήμῳ Χωρήδ · ὃς καὶ ἐμαρτυρήθη
εἰσελθεῖν εἰς τὸν γνόφον. οὗ ἦν ὁ Θεός. Εἶτα δὲ καὶ
ὅτε τὴν σκηνὴν τοῦ μαρτυρίου διαφόρως ἐκάλυψεν ἡ
νεφέλη πάλαι, κάκεῖθεν ἠκούετο λαλῶν τῷ Μωῦσεῖ ὁ
Θεός. Στύλος δὲ πάλιν νεφέλης προεπορεύετο τοῦ
λαοῦ, δροσίζων μὶν ἡμέρας, ὲκπυροὺμενος δὲ νυκτός.
Ἀλλὰ καὶ Ἠσαῖας προλέγει τὸν Κύριον ἥξειν ἐπὶ
νεφέλης κούφης εἰς Αἴγυπτον. Ἐτι δὲ καί ἐπὶ Σο-
λομῶντος ἀκούομεν, ὅτε τὸν ναὸν ᾠκοδόμησε καὶ
καθιέρωσεν, ὅτι τὸν οἷκον ἐπλήρωσεν η νεφέλη,
καὶ οὐκ ἠδύναντο εἰσελθεῖν καὶ ἱερουργεῖν οἰ ἱερεῖς
ἀπὸ προσώπου τῆς νεφέλης. Ταῦτα καὶ πλείω τού-
των δυνατὺν ἀπὸ πάσης τῆς Γραφῆς συναγαγεῖν,
εἰς παράστασιν καὶ σαφήνειαν τοῦ προκειμένου νοή-
ματος, καὶτοῦ γνῶναι, τίς ἦν ἡ νεφέλη, ἅπαντας τοὺς
ὀφθέντας σὺν τοῖς θεαταῖς ὲπισκιάσασα, ὅθεν ἠκού-
σθη καὶ ἠ φωνὴ λέγουσα ο Οὗτός ἐστιν ό Υἱός μου
ό ἀγαπητὸς, ἐν ᾦηύδόκησα ο αὑτοῦ ἀκούετε.
Τὰς μὲν γὰρ εἰρημένας νεφέλας, συγγενεῖς εἶναι
νομιστέον ἀλλήλων · μᾶλλον δὲ, μίαν τὰς πάσας
D λέγειν οὐκ ὀκνητέον ο οὐ γῆς οὐδὲ ἀναθυμίασιν, ἢ
ὕδατος ὲξαέρωσιν, ἢ πύκνωσιν ἀέρος οἰητέον αὐτὴν
εἶναι · οὐδ’ ὅλως τι τῆς σωματικῆς οὐσίας ἀέριον ·
ἀλλὰ ἡμῖν ἐφικτὴν, καὶ εἰς ἡμᾶς φθάνουσαν τῆς
θείας φύσεως γνῶσιν, ῆν μεγαλοπρέπειαν, ὡς
ὀνομάζει Δαὸὶδ, εἰπεῖν οἰκειότερον. Ἐπειδὴ γὰρ
ἀνέφικτος ἐστι τοῖς ὲν γενέσει καὶ φθορᾷ τῆς θείας
οὐσίας ή κατάληψις, διὰ τῶν ἐνδεχομένων τρόπων,
⁸⁸ Num. va, 45 seqq. " Exod. xm, 9|.
VAle LECTIONES ET NOTE.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.