PG 89, col. 1374

ἡ τῆς βασιλείας τῶν οὐρανῶν ἠ “hvmum-,6“; πα-
ράὃειξις. Καὶ καταϐαινόντων αὐτῶν ἔτι τοῦ ὄρους.
ἐνετείλατο αὐτοῖς ό Ἰησοῦς, λέγων’ Μηδενὶ
εἴπητε τὸ ὅραμα, ἓως οὗ ὁ Υἱι¹ς τοῦ ἀνθρώπου
ἀναστῇ. ’Δρα τίνος χάριν ἐκώλυσεν αὐτοὺς τὰ θεα-
θέντα διηγήσασθαι, καὶ μὴ φανερῶσαι μηδενὶ τὸ
μυστήριον τῆς ἀναστάσεως ; ’Ὁτι πρῶτον ἔδει τὸν
ἐκ νεκρῶν Πρωτότοκον ἀναστῆναι, πιστούμενον
ἔργῳ τὴν ἀνάστασιν · καὶ τότε τὴν κοινὴν πάντων
διὰ τῆς μαρτυρίας γνωσθῆναι. Τίς γὰρ ἂν ἐπίστευσε
λεγομένοις, οἷς οἱ ἕγκριτοι τῶν ἀποστόλων ῆπὶστηυ
σαν; Πέτρος δὲ καὶ βλάσφημον ἐλογίσατο τὸν περὶ
=m Βτοῦ θανάτου τοῦ Σωτῆρος λεγόμενον, ἕως οἶ) τῆς
φωνῆς ἄνωθεν βοώσης ῆκουσαν, μαρτυρούσης τῷ
ἀγαπητῷ Υξῷ, καὶ τὴν ὑπακοὴν προσταττούσης.
Ἀκούετε γὰρ αὐτοῦ, φησὶ, καὶ νόμον βέϐαιον νομί-
ζετε πᾶν το παρ’ αὐτοῦ λεγόμενον. ’Λναγκαίως οὖν ω*
ἐνετείλατο τοῖς μαθηταῖς σιωπῆσαιτά ὁραθέντα,
μέχρις οὗ φθάσας αὐτὸς καταπαλαίσει τὸν θάνατον,
ἵνα μὴ γένωνται ἐν ἔθει τοῦ ἀπιστεῖν τοῖς παρ’
αὐτῶν λεγομένοις οἱ ἀκούοντες. Μετὰ γάρ τὴν ἀνά-
στασιν τοῦ Πρωτοτόκου σὺν παρρησία τὴν πάντων
ἐδημοσίευον ἀνάστασιν, καὶ εἰς τὴν ἀπὸ τῶν παχυ-
τέρων ἐπὶ τὰ πνευματικά σώματα μεταστοιχείωσιν,
ἐντελλόμενοι ἅπασιν, ὅτι ὥσπερ '0 Χριστὸς ἁνα-
στὰς ἐκ νεκρῶν, οὐκ ἔτι ἀποθνήσκει, καί θάνατος
αὐτοῦ οὐ κυριεύει, οὕτως καὶ ἡμᾶς συμμόρςρους
ποιήσει τῆς δόξης αὑτοῦ, καὶ μετασχηματίσει τὰ
σώματα ἡμῶν ἐπὶ τὸ πνευματικὸν καὶ ἄφθαρτον ·
καὶ εἰ ὲν καινότητι ζωῆς περιπατήσωμεν, Ἀρπα-
γησόμεθα ἐν νεφέλαις εις ἀπάντησιν τοῦ Κυρίου
εις ἀέρα · καὶ οὕτως πάντοτε σὺν Κιιρίῳ ἐσόμεθα.
ᾯ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αξὼ-
νων. Ἀμήν.
ΛΟΓΟΣ η’.
Εἰς τὸν Εὐαγγ-ελισμὸν τῆς παναχραντου καὶ
Θεοτόκου Μαρίας.
εοτοκου Μαρίας.
Σήμερον ὑμῖν, ὦ ἄριστοι παῖδες, λόγον ἐριῖι· καὶ
ἄγων είς μέσον, τὴν Ἐκκλησίαν εὐφραίνειν πεπί-
στευκα τῷ διηγήματι. Σήμερον ἡμῖν τὴν τοῦ Θεοῦ
Λόγου πρὸς τὴν ἡμετέραν σάρκα συμπλοκήν τε καὶ
θσύμπηξιν ἀνακαλύπτων, χαίροντας ὑμᾶς ἐνθένδε
ἀπολύσω, ἔχοντας ὕλην ἐπωφελῆ καὶ σωτήριον. Τί
γὰρ Λόγου λόγῳ τιμιώτερον , ἢ πρὸς ὠφέλειαν ἑπι-
τηδειότερυν; Σήμερον ἐτέθη ό ἀκρογωνιαῖος λίθος
"l’l‘hess.
“ Philipp. ιιι, 2| " Rom. vn, ι.
πη {rogitat εὑδόκητος ’ί qui ea ratione siti
| tinem 'decrant in codice quo usus est οόωιὶέιιέίὶίὲῖᾞι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.