PG 89, col. 293

s
στοῦ. Ὡς ὅταν λέγῃς ἐν τοῖς ἐν πνεύματι λατρείας,
διιι Τύπος ἡμῖν ἔσται ἡ κιβωτὸς τῶν Χριστοῦ φύσεων,
ἤγουν ὑποστάσεων· καὶ πάλιν ἐν ἐτέρω τόπῳ φά-
σαεις οὕτω ξηρᾷ τῇ φωνῇ, ἐκ δύο φύσεων, ἤγουν
ὁποστάσεων, ἤτοι προσώπων πρεσβεύεις εἶναι Χρι-
σττόν. Εὕδηλον, ὅτι προῦποστὰν, καὶ προμορφωθὲν
ἐν τῆ μήτρᾳ τῆς Παρθένου λέγεις τὸ σῶμα Χριστοῦ.
Καὶ εἴθʼ οὕτως ἐνωθὲν ἐν αὐτῷ τὸ πρόσωπον τοῦ
Θεοῦ Aόγου, καθὰ πάλιν, καὶ ἐν τῷ τρίτῳ κεφαλαίῳ
τῶν δώδεκα φάσκεις· Εἰ τις μετὰ τὴν ἄφραστον ἕνω-
πιν δαιρεῖ τὰς ὑποστάσεις, καὶ ἐν ἄλλοις δὲ μυ-
ρίοις τόποις τὰς φύσεις ὑποστάσεις προσαγορεύων·
«ν τοῖς πρὸς Ἐρμείαν ἐαυτῷ ἐναντιοῦσαι, καὶ
περιπίπτεις, ἕτερον λέγων εἶναι τὴν φύσιν, καὶ
ἔτερον τὴν ὑπόστασιν, ἤτοι τὸ πρόσωπον. Πῶς δὲ
ἐπιλαβομένου Θεοδωρήτου τῶν δώδεκά σου κεφα-
λαίων, ἐν ταῖς σαῖς ἀπολογίαις οὐδὲν ἀπελογήσω
περὶ τῶν τοιούτων ὑποστάσεων, ὡν ἐν Χριστῷ εἴρη-
κας ἐν τῷ τρίτῳ κεφαλαίῳ; Τοίνυν παλίμβολος ὦν
ἰαυτῷ ἐναντιοῦσαι, καὶ περιπίπτεις· ποτὲ μὲν μίαν
τὸν Χριστὸν λέγων φύσιν, ποτὲ δὲ δύο πρόσωπα. Καὶ
γὰρ ἐν τοῖς γεγραμμένοις σχολίοις ἐρμηνεύων τὸν
ἐν τῷ Εὐαγγελίῳ στατῆρα, ὅν εὗρεν ὁ Πέτρος ἐν
τῷ στόματι τοῦ ἐχθύος, οὕτω λέγεις· Οὐκοῦν ὁ στα-
τὴρ ὁ ἀληθινὸς ὑπάρχει Χριστός. Aὐτὸς γάρ ἐστι
καθʼ οἶον δήποτε τρόπονr
ράςῳ Κυρίλλῳ ὅλως
σεις διαφόρους. »
Ἡκούσατε, ἀδελφοὶ, τοῦ πονηροῦ δράκοντος Ἀν-
δρέου, ὁποῖα ἡρεύξατο ἐκ τοῦ ἰοῦ τῆς Κεστορίου
καρδίας, κατὰ τοῦ πανσόφου διδασκάλου Κυρίλλου·
διάτῆς φωνῆς τῆς λεγοὐσης τὰς φύσεις ὑποστάσεις.
ἔἰ μὲν οὖν τοῦ ὁσίου Πατρός εἰσιν αἱ τοιαῦται φω-
ναὶ, ἢ ἐτέρων τινῶν, οὐκ ἔχω λέγειν. Καὶ γὰρ ἀπας
ὁ τῶν Πατέρων χορὸς, καὶ αὐτὸς ὁ μέγας Κύριλλος
ἰν διαφόροις τόποις, ἔτερόν τι λέγουσιν εἶναι τὴν
φάσιιν, καὶ ἔτερον, τὴν ὑπόστααιν, καὶ τούτῳ τῷ
κανόνι στοιχοῦσα ἡ καθολικὴ Ἐκκλησία δύο μὲν
ἡνωμένας φύσεις λέγει εἶναι τὸν Χριστόν· δύρ δὲ
ὐποστάσεις, ἤτοι πρόσωπα ἐπʼ αὐτοῦ λέγειν οὐκ ἀν-
έχεται, ἀλλʼ οὕτε μὴν ἐκ δύο αὐτὸν ὑποστάσεων,
ἡτοι προσώπων συντεθέντα κηρύττει· ὑπόστασις γὰρ
τὸ ἰδιάζον καθʼ ἑαυτὸ πρόσωπόν ἐστιν. Οὐδαμοῦ δὲ
ἡμεῖ, ἔγνωμεν χωρὶς τοῦ Θεοῦ Λόγου τὴν ἀγίαν
σάρκα· οὐ γὰρ προῦπέστη τῇ μήτρᾳ, ἀλλʼ ἅμα συν-
ἦλθον ἡ θεότης, καὶ ἡ σὰρξ ἔμψυχος λογική. Αὕτη
γάρ ἐστιν ἡ λεγομένη καθʼ ὑπόστασιν ἔνωσις. Τὰς
μὲν οὖν προειρημένας κατηγορίας ἐποίησεν, ὡς
εἶπεν, ὁ μιαρὸς Ἀνδρέας κατὰ τοῦ θεοσόφου Πα-
τρὸς Κυρίλλου.
Μάρων δὲ πάλιν ὁ Ἐὸεσσηνὸς, καὶ αὐτὸς τὰ Nε-
στορίου φρονῶν, καταγράφων κατὰ Σευήρου τοιαῦτά
γησιν· « Ἡμεῖς οἱ τῆς εὐσεβείας τὸ ἀνατολικὸν
φέγγος ἔχοντες, οὐ τοσοῦτον ἀποστρεφόμεθα Διόσ-
ερόν τε καὶ Σευῆρον, καὶ Θεοδόσιον ὅσον, βδε-
λυττόμεθα ἀξίως τὴν βλάσφημον Χαλκηδόνος σύν-
εδον. Ἐκείνη μὲν γὰρ οὐκ εἴρηκεν ὑποστάσεις ἐν
Χριστῷ, καθʼ οἶον δή ποτε τρόπον. Σευῆρος δὲ, καὶ
ὁ τούτου πατὴρ Κύριλλος, καὶ Διόσκορος, καὶ Θεο-
δόπιος διὰ πλάτους ἡμῖν ἐν Χριστῷ ὑποστάσεις ὀμο-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.