PG 90, col. 932

ἀεὶ ἀποκρέμασθαι· καὶ εἰς αὐτὸν θαρῥέῐν ἐν πᾶσι,
τοῖς τε ἔργοις καὶ τοῖς συμϐαίνωσιν. Οὕτως διακεί-
μενος ὁ Ἀπὸπτολος. ἔλεγε · Τίς ἡμᾶς χωρίσει ἀπὸ
τῆς ἀγάπης τοῦ Ἀριστοῦ · θλίψις ἣ στενοχωρίας
καὶ τὰ ἑξῆς. Καὶ μετ’ ὀλίγα· Πέπεισμαι γὰρ, ὅτι
οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι. Καὶ. πάλιν·
Ἐν παντὶ θλιϐόμενοι, καὶ οὐ στενοχωρούμενοι·
ἀπορούμενοι, καί οὺχ ἐξαπορούμενοι· διωκόμε-
νοι, ἀλλ’ οὺ καταλιμπανόμενον καταϐαλλόμε-
νοι, ἀλλ’ οὐκ ἀπολλύμενοι. Πάντοτε τὴν νέκρω-
σιν τοῦ Κυρίου Ἰησοῦ ὲν τῷ σώματι περιφέρον-
Β τες, ἵνα καὶ ’ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ
θνητῇ σαρκὶ ἡμῶν.
κζ’. Οὕτως οὖν ὁ Ἀπόστολος διακείμενος, ἀδιαλεί-
πτως [αι. διηνεκῶς καὶ ἀδιαλ.] προσηύχετο· ὲν πᾶσι
γὰρ τοῖς ἔργοις, ὼς εἴρηται, καὶ τοῖς συμϐαίνουσιν
αὐτῷ, τῆς ἐλπίδος τοῦ Θεοῦ ἁπεκρέματο. Διὰ τοῦτο
ταῖς etatem ἀεὶ ἔχαιρον πάντες οἱ ἅγιοι, ἵνα είς
ἕξιν ἐλόωσι τῆς θείας ἀγάπης. Καὶ διὰ τοῦτο ἔλεγεν
ὁ Ἀπόστολος ”Ἠδιστιι οὖν καυχήσομαι ἐν ταῖς
ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύνα-
μις τοῦ Χριστοῦ. Καὶ μετ’ ὀλίγα · Ὅταν ἀσθενῶ,
τότε δυνατός εἰμι. Ἀλλ’ οὐαὶ ἡμῖν τοῖς ἀθλίοις, ὅτι
κατελίπομεν τὴν ὁδὸν τῶν ἁγίων Πατέρων, καὶ διὰ
τοῦτο ἔρη μοί ἐσμεν παντὸς ἔργον πνευματικοῦ,
κζ’. Καὶ ό ἀδελφὸς εἷπε · Διὰ τί, Πάτερ, οὐκ ἔχω
κατάνυξιν; Καὶ ἀπεκρίθη ὁ γέρων· Ἐπειδὴ οὐκ ἔστι
ερόὸος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν ἡμῶν. Ἐπειδὴ
πάντων τῶν κακῶν γεγόναμεν καταγώγιον, καὶ διὰ
τοῦτο, ὡς ψιλοῦ νοήματος κατεφρονήσαμεν τῆς φοϐε-
ρᾶς τοῦ Θεοῦ κολάσεως. Ἐπεὶ τίς οὐ κατανύγεται,
ἁκούων, τοῦ μὲν Μωῡςέως ὲκ προσώπου Θεοῦ περὶ
τῶν ἁμαρτωλῶν λέγοντος , ὄτι Πῦρ ἐκκέκαυται ἐκ
τοῦ θυμοῦ μου · καυθήσεται ἕως ᾅδου κατωτὰτου.
Καταφάγεται γῆν, καὶτὰ γενήματα αὐτῆς· φλέ-
ξει θεμέλια ὁρέων. Συνάξω εὶς αὐτοὺς κακὰ, καὶ
τὰ ,βέλη μου συντελέσω εἰς αὺτούς; Καὶ πάλιν ’
Παροξονῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ
ἀνθέξεται κρίματος ὴ χείρ μου · καὶ ἀνταποδώσω
δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσί με ἀνταπο-
ιι) δώσω. Τοῦ δὲ Ἠσαῖου βοῶντος, Τίς ἀναγγελεῖ ὑμῖν
ὅτι πῦρ «alarm; τίς ἀναγγελεῖ ὑμῖν τὸντόπον
τὸν αἰώνιον ; Πορεύεσθε τῷ φωτὶ τοῦ πυ,ρὲ ς ὑμῶν,
καὶ τῇ φλογὶ, ἐξεκαῦσιιτε. Καὶ πάλιν · Ἐξελεύ-
σονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων, τῶν
παραϐεϐηκότων ἑν ἐμοί. '0 γὰρ σκώληξμὺτῶν οὺ
τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὺ σϐεσθήσεται·
καὶ ἔσονται εὶς ὅρασιν πάσῃ σαρκί. Ίόῠ δὲ Ἰερε-
μίου λέγοντος · Δότε τῷ Κιψίῳ [Fr. ΚτῬΙῳ ὑμῶν]
Θεῷ ὑμῶν δόξαν πρὸ τοῦ σκοτάσαι, καὶ πρὸ τοῦ
προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ’ ὅρη σκοτεινά.
Καὶ πάλιν· Ἀκούσατε λαὸς μωρὸς καὶ ἀκάρδιος·
ὀφθαλμοὶ αὐτοῖς, καὶ οὺ βλέποι-σιν θ ὦτα αὐτοῖς,
⁸¹ ll Cor. xu, 9. “ ibid. 10.
" Deut. um.
³⁷ lsa. LXVI, 2.5. ⁵⁸ Jerem. tun, l6.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.