PG 91, col. 669

ναὸν κατὰ τὴν δύναμιν, τῇ πρὸς τὸ πέρας ἀναφορᾷ
τῆς μυσταγωγίας ἱερουργούμενον· καὶ ἔμπαλιν
vzbv τὸ ἱερατεῖον, κατὰ τὴν ἐνέργειαν τῆς ιδίας αύ-
τὸν ἔχον μυσταγωγιας ἀρχὴν, μία δι’ ἀμφοῖν καὶ
ἡ αὐτὴ διαμένει. Οὕτω καὶ ό ὲκ Θεοῦ κατὰ γένεσιν
παρηγμένος σύμπας τῶν ὅντων κόσμος, διαιρούμεά
νος εἷς τε τὸν νοητὸν κόσμον, τὸν ὲκ νοερῶν καὶ
ἀσωμάτων οὐσιῶν συμπληρούμενον· καὶ τὸν
αἰσθητὸν τοῦτον καὶ σωματικὸν, ml. ὲκ πολλῶν
μεγαλοφυῶς συνυφασμένον εἱδῶν τε καὶ φύσεων·
ἄλλη πως ὑπάρχων ἀχειροποίητος Ἐκκλησία, διὰ
ταύτης τῆς χειροποιήτου σοφῶς ὑποφαίνεται· καὶ
ἕερατεῐον μὲν ὥσπερ ἔχων τὸν ἅνω κόσμον, καὶ ταῖς
ἄνω προσνενεμημένον δυνάμεσι · ναὸν δὲ, τὸν κάτω,
,καὶ τοῖς δι’ αἰσθήσεως ζῇν λαχοῦσι προσκεχωρημέ-
νον.
dammodo non manufacta Ecclesia exsistat, per hanc manufactam sapienter typo designatumrtut,
velut quidem sacrarii loco. superum mundum babeat,ac supernis potestatibus addictum; templi
autem vice, huncce inferum, ac quem adeant ipsis pervium, quibus obtigit id vita: genus, quod sensu '
transigatur.
Πάλιν εἷς ἐστι κόσμος τοῖς ἑαυτοῦ μὴ σὺνδιαιρούο
μενος μέρεσι · τούναντίον δὲ, καὶ αὐτῶν τῶν μερῶν
την ἐξ ἰδιότητος φυσικῆς διαφορὰν, τῇ πρὸς τὸ ἒν
ἑαυτοῦ καὶ ἀδιαίρετον ἀναφορᾷ περιγράφων· καὶ
ταυτὸν ἑαυτῷ τε καί ἀλλήλοις ἀσυγχύτως ἐναλλὰξ
ὄντας · καὶ θατέρῳ θάτερον ὅλον ὅλῳ δεικνὺς ἐμ-
ϐεϐηκότα· καὶ ἄμφω ὅλον αὑτὸν ὼς μέρη ἕνα συμ-
πληροῦντας, καὶ κατ’ αὑτὸν ὡς ὅλον μέρη ἐνοειδῶς
τε καὶ ὑλικῶς συμπλη ρου μένους. Ὄλος γὰρ ὁ νοητὸς
κόσμος ὅλῳ τῷ αἰσθητῷ μυστικῶς τοῖς συμϐολικοῖς
εἴδεσι τυπούμενος φαίνεται τοῖς ὀρᾷν δυναμένοις·
καὶ ὅλος ὅλῳ τῷ νοητῷ ὁ αἰσθητὸς γνωστικῶς κατᾶ
νοῦν τοῖς λόγοις ἀπλούμενος ἐνυπάρχων ἐστίν. Ἐν
ἐκείνῳ γὰρ, οὗτος τοῖς λόγοις ἐστί· κάκεῖνος ὲν
τούτῳ, τοῖς τύποις· καὶ τὸ ἔργον αὐτῶν ἓν, καθὼς
ἂν εἴη τροχὸς ἐν τῷ τροχῷ, φησὶν ὁ θαυμαστὸς
τῶν μεγάλων θεατὴς ’1εζεχιὴλ, περὶ τῶν δύο κό-
σμων, οἶμαι, λέγων. Καὶ πάλιν· Τὰ γὰρ ἀόρατα αὑ-
τοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα
καθορᾶται, φησὶν ὁ θεῖος Ἀπόστολος. Καὶν εἰ καθτ
agitat διὰ τῶν φαινομένων τὰ μὴ φαινόμενα, καθὼς
γέγραπται, πολλῷ, δὴ καὶ διὰ τῶν μὴ φαινομένων
τοῖς θεωρίᾳ πνευματικῇ προσανέχρυσι τὰ φαινόμενα
νοηθήσεται. Τῶν γὰρ νοητῶν ή διὰ τῶν ὁρατῶν συμ-
δολιχὴ θεωρία, τῶν ὁρωμένων ἐστὶ διὰ τῶν ἀορά-
των πνευματικὴ ἐπιστήμη καὶ νόησις. Δεῖ γὰρ τὰ
ἀλλήλων ὄντα δηλωτικὰ, πάντως ἀληθεῖς καὶ ἀριδή·
λους τὰς ἀλλήλων ἔχειν ἐμφάσεις, καὶ τὴν ἐπ’ αὑ·
ταῖς σχέσιν ἀλὼὁητον. ν
rerum aspectabilium, 'per eas quae inaspectabiles sunt, spiritalis scientia ac intelligentia noscitur.
Oportet enim, quorum mutua significatio est. veras omnino ac perspicuas inter se invicem repraasenta-
tiones habere, et eam quae est In ipsis habitudinem. seu relationem, nulla ex parte ut integritate minua-
tur, quidquam lardi posse.
.il'Izccb ε. l6. 1 lion]. 1,90-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.