PG 91, col. 680

κατά ψυχὴν θείας δεκάδος, περιεκτικῶν δὲ τῆς
ἄλλης τῶν ἐντολῶν μακαρίας δεκάδος. Δεκάς γάρ
δυνάμει ἐστὶν ἡ τετράς, ἀπὸ τῆς μονάδος εἰρμῷ
κατά πρόοδον συντιθεμένη. Kal. πάλιν μονὰς ή αὐτὴ,
κατά σύνοδον τὸ ἀγαθὸν μοναδικῶς περιέχουσα, καὶ .
τὸ ἁπλοῦν καὶ ἀμερὲς τῆς θείας ἐνεργείας, ἐφ’ ἐαν⁴
τῆς ἀτμήτως μεμερισμένον δεικνύουσα· αἷς, τὸ
μὲν οἰκεῖον εὐτόνως ἀπερεγχείρητον ὴ ψυχὴ διετη-
ρησεν ! τὸ-δὲ ἀλλότριον ἀνδρικῶς ὡς πονηρὸν ἀπερ-
ράπισεν· ὡς νοῦν εὔλογον ἔχουσα, καὶ σοφίαν ἐμο
φρονα, καὶ θεωρίαν ἔμπρακτον, καὶ γνῶσιν ἐνάρε-
τον, καὶ τὴν ἐπ’ αὐτειῖς ἀληστον γνῶσιν, πιστοτάτην
ὁμοῦ καὶ ἀμετάπτωτον · καὶ ὡς τοῖς αἰτίοις τά αἱ-
τιατά, καὶ ταῖς δυνάμεσι τὰς ἐνεργείας σωφρόνως
συνημμένας, Θεῷ προσκομίσασα· καὶ ἀντιλαῦοὗσα
τούτων τὴν ποιητικὴν τῆς ἁπλότητος θέωσιν.
Ἐνέργεια γάρ ἐστι καὶ φανέρωσις · τοῦ μὲν νοῦ,
ὁ λόγος, ὡς αἰτίας αἰτιατόν ο καὶ τῆς σοφίας ή φρόι
νησις, καὶ τῆς θεωρίας ὴ πρᾶξις, καὶ τῆς γνώσεως
ἠ ἁρετὴ, καὶ τῆς άλήστου γνώσεως ή πίστις· ἐξ ὦν
ἡ ἐνδιάθετος πρός τε τὴν ἀλήθειαν καὶ τὸ ἀγαθὸν,
φημί¹ δὲ τὸν Θεὸν, σχέσις δημιουργεῖται· ἢν ἔφασκεν
εἶναι θείαν ἐπιστήμην, καὶ γνῶσιν ἄπταιστον, καὶ
ἀγάπην καὶ εἰρήνην, ἐν αἶς καὶ δι’ ὧν ,ἡ θέωσις·
τὴν μὲν [ἐπιστήμην] ὡς συμπλήρωσιν πάσης τῆς
ὲφικτῆς ἀνθρώποις περὶ Θεοῦ καὶ τῶν θείων γνὼ-
σεως, καὶ τῶν ἀρετῶν περιοχὴν ἄπταιστον τὴν δὲ,
[γνώμην], ὡς ἐπιϐᾶσαν γνησίως τῇ ἀληθείᾳ, καὶ
πεῖραν τοῦ θείου διαρκῆ παρεχομένην· τὴν δὲ [ἀγά-
πην] ὡς ὄληςτοῦ, Θεοῦ κατά διάθεσιν, ὃλην μετ-
έχουσαν τῆς τερπνότητος ο τὴν δὲ [εἰρήνην], ὡς τά
αὐτὰ τῷ Θεῷ πάσχουσαν, καὶ πάσχειν τοὺς κατ’
αὐτὴν ἀξιωθέντας γενέσθαι παρασκευάζουσαν. El
γὰρ τὸ θεῖον παντελῶς ἀκίνητον, ὡς τὺ διοχλοῦν
καθ’ ὁτιοῦν οὐκ ἔχον (Τί γὰρ καὶ τὸ φθάνον ἐστὶ ἦ
τὴν ἐκείνου περιωπήν;)τή ,δὲ εἰρήνη, σταθερότης
ἐστὶν ἀκλόνητός τε καὶ ἀκίνητος ο πρὸς δὲ, καὶ ἀν·
ενόχλητος εὐφροσύνη ’ ἄρα τὰ θεῖα οὗ πάσχει ⁸⁷ καὶ
πᾶσα ψυχὴ, ἡ τὴν θείαν καταξιωθεῖσα κομίσασθαι
εἰρήνην; ὡς μὴ μόνον κακίας καὶ ἀγνωσίας, ψεύ-
δους τε καὶ πονηρίας, τῶν τῇ ἀρετῇ καὶ γνώσει, τῇ
τε ἀληθείᾳ καὶ τῷ ἀγαθῷ ἀντικειμένων κακιῶν, αι
ταῖς παρὰ φύσιν ,τῆς ψυχῆς κινήσεσι παρυφίστανται⁹
ἀλλ’ ἤδη καὶ ἀρετῆς αὐτῆς καὶ γνώσεως, ἀληθείας
,τε αὖ καὶ ἀγαθότητος τῶν ἡμῖν διεγνωσμένων τοὺς
ὅρους, εἰ θέμις εἰπεῖν, ὑπερδᾶσα, καὶ τῇ ὑπεραλη-
θεστάτῃ καὶ ὑπεραγάθῳ κοίτῃ τοῦ Θεοῦ, κατά τὴν
ἀψευδεστάτην αὑτοῦ ἐπαγγελίαν, ἀρρήτως τε καὶ
ἀγνώστως ἑαυτὴν κατευνάσασα· ὡς μηδὲν ’τῶν δι-
οχλεῖν αὐτῇ πεφυκότων λοιπὸν ἔχουσα φθάνον αὐτῆς
τὴν ἐν Θεῷ κρυφιότητα· καθ’ ἣν μακαρίαν καὶ παν·
VARI!!!) LECTIONES.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.