PG 93, col. 1188

ὡς λίαν ἀγνώμονας, ὅτι τέκνα ἀπὸ Θεοῦ λαμῦάνοντες
εἰς πλῆθος, οὐκ ἀρετὴν αὐτοῖς, ἀλλὰ κατάλοιπα τῆς
ἑαυτῶν κακίας ἀντὶ κλήρου παρέδωκαν.
ΨΑΛΜΟΣ ΙΖ’.
ι Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέϐη. ι
Ἐκλινεν οὐρανοὺς , ἶνα τὴν γῆν τῷ οὐρανῷ συν-
άψῃ, καὶ τοῖς κάτω πρὸς τὰ ἄνω κοινωνίαν χαρίση-
ται. Οὐκ ἂν δὲ τοῦτο ἐγένετο, εἰ μὴ καταϐὰς τοῦτον
τὸν τρόπον, ἐπεδήμει τῇ γῇ, καθ’ ὃν ἠδύνατο δέχε-
σθαι, τουτέστιν ὲν σαρκὶ, ἥντινα τνόφον ὑπὸ τοὺς
πόδας ἐκάλεσε.
ΨΑΔΜΟΣ AB’.
ι utqu ἐλεημοσύνην καὶ κρίσιν. ι
Ἐλεημοσύνην τὴν φιλανθρωπίαν λέγει. ἢν τῆς
κρίσεως διὰ τοῦτο προέταξεν, ἐπεὶ προτέρᾳ τῇ φιλ-
ανθρωπίᾳ ἡ Θεὸς, μετὰ δὲ ταῦτα τῇ κρίσει κέχρηται
κατὰ τῶν ἐπιμεινάντων τῇ ἁμαρτίᾳ.
ι Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα. ι
Ἀὃὺσσους δὲ τὰ. πλήθη τῶν ὑδάτων λέγει, ἅπερ
ὲν ἁποκρύφοις ὑπὸ τὴν γῆν ό Δημιουργδς ἔταξεν,
ὥστε καὶκατὰ τοῦτο τὴν αὑτοῦ σοφίαν θαυμάζεσθαι.
Ὥστε τὴν ξηρὰν ἐπάνω τῆς ὑγρᾶς ὲθεμελίωσε , καὶ
τὺ βαρὺ ὑπὸ τοῦ ὲλαφροτέρου βαστάζεσθαι δέδωο
κεν.
ι Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν. ι
Ὥστε μάτην τῆς τοῦ σώματος ἰσχύος ἐπιμελού-
μεθα, εικῆ δὲ δύναμιν ἑαυτοῖς τὴν ἀπὺ συγγενῶν,
καὶ φίλων. καὶ πλούτου περιὸάλλομεν · οὐδὲν ἕτερον
γὰρ σῶσαι δίχα τῆς συνεργείας τῆς ἀνωθεν δύναται.
’Υπόδειγμα δὲ τὸν Γολιὰο καὶ τὸν Φαραὼ λάμϐανε.
'0 μὲν γίγας ὑπάρχων ἰσχυρὸς, ἀπὸ τοῦ Δαὸὶδ ἁπλοῦ
παιδαρίου νενίιιητω⁶ ὁ δὲ μετὰ πλήθους ἁρμάτων
τὸν Ἰσραὴλ διώξας τάφον ἔσχε τὴν θάλασσαν.
ΨΔΛΜΟΣ ΛΓ¹.
ε Δεῦτε, τέκνα, ἀκούσατέ μου. ι
Δεῦτε, λέγει τοῖς ἐγγὺς, καὶτοῖς πόρρωθεν, ἶν’ οἱ
μὲν μακρὰν ὲγγίσωσιν, οἱ δὲ ὲγγὺς ἐγγύτερον γένων⁴
rat, ὑπακοὴν ὡς πατρὶ τῷ Θεῷ προσκομίζοντες, καὶ
tp66_ov θεῖον διδαχθῶσιν, ἀπαλλαγὴν τοῦ φόϐου τῶν
,aatpévwv παρέχοντα, ὅθεν ἐπιφέρει· Φόϐον Κυρίου
διδάξω ὑμᾶς.
ΨΔΛΜΟΣ ΔΔ’. ,
ι Ψαλμδς τῷ Δαϐίδ. ι
Δήλη μὲν ἡ ἐπιγραφὴ τοῦ ψαλμοῠο εις Δασὶδ δὲ
ὅμως τδν νοητὸν ἀναφέρεται, ὃς καὶ προσευχῆς ὑπο-
κρίνεται ῥήματα, οὔ τῇ ἀξίᾳ ταύτῃ τῆς θεότητος,
ἀλλὰ τῇ ταπεινώσει τῆς ἀνθρωπότητος προσήκειηλο-
γίζεσθαι. Ei γὰρ ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου
λαϐὼν, εἰκότως ἐν τῷ καιρῷ τοῦ πάθους προσεύχε-
ται, ὁμοῦ καὶ προσεύχεσθαι διδάσκων ἐν ταῖς θλί-
ὠεσι,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.