PG 94, col. 1529

γὰρ καὶ⁴ κακῶν ἐγένετο πρόξενος. Et δὲ οὐχ ό Θεὸς,
ἕτερος, καὶ οὐκέτι δύο, ἀλλὰ τρεῖς. Ὃ γάρ τις οὐκ
ἔχει, οὐ δύναται ἀφ’ ἑαυτοῦ κτήσασθαι. MAN. Ἀλλὰ
δυνάμει ἔχει τὸ ζῇν καὶ τὴν κίνησιν. ΟΡΘ. Et δυνά-
μει εἶχε ζωὴν καὶ κίνησιν, δυνάμει ἦν ἀγαθὴ, εἴπερ
ζωὴ καὶ κίνησις , ἀγαθή. MAN. Ἦ τῆς κακίας ζωὴ
καὶ κίνησις, οὐκ ἀγαθὸν, ἀλλὰ κακόν. ΟΡΘ. Τὸ ὲκ
δυνάμεως ἐρχόμενον είς ἐνέργειαν, τρεπτδν καὶ ἀρχό·
μενον, καὶ⁵ οὐκ ἄναρχον · καὶ εί δυνάμει εἶχε ζωὴν
καὶ κίνησιν, ἐνέργειαν ἔσχεν ὕστερον υ εί δὲ κακὴή
ταύτης ζωή τε καὶ κίνησις, δυνάμει ἦν κακὴ. καὶ
οὐκ ἐνεργείᾳο καὶ ἔσται ἡ κακία οὐκ ἄναρχος. Et δὲ
ἀγαθὸν ή ταύτης ζωή τε καὶ κίνησις, ὲκ κακίας ἦλ-
Θεν είς ἀγαθόν. MAN. Τί δέ; οὐχὴ φθορά ἑτέρου γὲ-
νεσις; ΟΡΘ. Οὐχ ἡ φθορὰ γίνεται γένεσις, ἀλλ’ .' ὑπὸ
Θεοῦ ὲκ τοῦ μὴ ὄντος είς τὸ εῖναι προστάξει Θεοῦ
δημιουργηθεῖσα, τρεπτὴ οὖσα, ὼς ἀπὸ τροπῆς ἀρχου
μὲυη. Τροπὴ γάρ ὲστι, τὸ ὲκ μὴ ὄντος είς τὸ εἶναι
ἐλθεῖν. ’Ὧν δὲ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, τρεπτὰ
πάντως, καὶ ἀλλοιωτά ’ τρεπτὴ οὖσα ή ὕλη, τῷ θείῳ
προστάγματι ζωοῦται, καὶ φθείρεται, καὶ πάλιν
ζωοῦταιε ὥστε οὐχ ή φθορὰ δημιουργεῖ τὴν γέννη-
σιν ι, ἀλλὰ τὸ θεῖον πρόσταγμα ζωοῖ καὶ γενεσιουρ-
γεί.
prodire). Ea porro quorum essea mutatione initium habuit, mutationi prorsus, atque alterationi
obnoxia sunt. Cum itaque materia mutari possit , divino imperio vitam accipit, corruptionem admit-
tit, rursusque reviviscit. Ac proinde non corruptio generationem efficit, sed divinum imperium vitam
dat et producit.
κε’. Εἰπὲ δὲ καὶ τοῦτο· τὰ τοῦ φωτὸς ὅρια , φωτὸς
πεπλήρωται, ἢ ob; MAN. Παντί που δῆλον, ὼς φω-
τὸς πεπλήρωται. ΟΡΘ. Τδ φῶς καὶ τὸ σκότος δεκτι-
κὰ ἀλλήλων εἰσὶν, ἢ ἀνεπίδεκτα; MAN. Δεκτικά.
ΟΡΘ. Οὐκοῦν οῦκ είσι φύσει, ὃ εἱσι· τὸ γὰρ φύσει
πεφυκὸς, οὐ μεθίσταται· καί¹ ἡ φύσει ζωὴ ἀνεπίδε-
κτος θανάτου. Πῶς οὖν ὡμίλησε φωτὶ τὸ σκότος, καὶ
uti διελύθης Εἶτα ὁ τόπος τοῦ φωτὸς ἐπληροῦτο τοῦ
ἀγαθοῦ καὶ τοῦ φωτὸς, ἢ οὕς MAN. Ἐπληροῦτο.
υΡΘ. Πῶς οὖν ὲχωρήθη τὸ σκότος; οὐ γὰρ μεδι-
μναῖον ἀγγεῖον , χωρήσει διμέδιμνον· τουτέστιν ,
ἀγγεῖον ἐνὸς μοδίου χωρητικὸν, οὐκ ἂν χωρήσει δύο
μοδίους.
κς·’. Εἶτα εἰσελθόντες ot τοῦ σκότους καρποὶ si}
τὰ ὅρια τοῦ φωτὸς, τί ⁷πεποιήκασιν; ἢ τί πεπόνθα-
σιν; MAN. Εἶδον τὸ φῶς, καὶ προσεκύνησαν ⁸ αὐτῷ,
καὶ είς ἔρωτα αὐτοῦ ἦλθον. ΟΡΘ. Ὢ σκοτεινοὶ καὶ
ἀνόητοι · τυφλὸν τὸ σκότος, ἢ φωτεινόν; MAN. Τυ-
, φλόν. ΟΡΘ. Καὶ πῶς όρᾷν δύναται τὸ τυφλόνς ἢ πῶς
το παντελῶς κακὸν θαυμάσει, ἢ ἐρασθήσεται τοῦ
’ἀγαθοῦ ;
⁸ Lib.t Physic. cap. 8. ’ Lib. IDe gen. tit. 17 et 20.
VARIIE LECTIONES.
γ Dei-sse viderit ὕλη, wl subaudiri. ι Leunci. emendat, γένεσιν. ⁸ Βάδει· «mmmam, ιἐίεεηῖεηο
tius navaliorum.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.