PG 94, col. 536

καὶ⁵ ἄστρων κινήσεως, ὴ μὲν οὖν περὶ ἀριθμοὺς
θεωρία τὴν ἀριθμητικὴν συνίστησιν ἐπιστήμηνο
ἡ δὲ περὶ φθόγγους, τὴν μουσικὴν, ἠδὲ περὶτὰ
σχήματα, τὴν γεωμετρικήνο ὴ δὲ περὶτὰ ἄστρα,
τὴν ἀπρονομικήν. Ταῦτα δὲ μέσα σωμάτων καὶ
ἀσωμάτων εἰσίν· ό γὰρ ἀριθμὸς, καθ’ αὑτὸν μὲν
ἀσώματός ἐστι· θεωρεῖται δὲ καὶ ὲν ὕλῃ, σίτῳ τυχὸν,
ἢ οἴνῳ, ἧ τινι τῶν τοιούτων · τὸ δὲ πρακτικὸν περὶ
ἀρετὰς καταγίνεται. *Ηθος γάρ κοσμεῖ, καὶ πῶς
δεῖ πολιτεύεσθαι διδάσκει· καὶ εί μὲν ἑνὶ ἀνθρώπῳ
νομοθετεῖ, λέγεται ἠθικόν ° εί δὲ ὅλῳ οἴκῳ, λέγεται
οἰκονομικόνο εί δὲ πόλεσι καὶ⁵ χώραις, λέγεται πολι-
τικόν.
Ἀλλ’ ἀδναιρεϊν ἐπεχείρησάν τινες τὴν φιλοσοφίαν,
φάσκοντες μὴ εἶναι ταύτην, μηδὲ γνῶσιν τινα, ἢ
κατάληψιν. Πρὸς οὓς ἐροῦμεν. Πῶς φατε μὴ εἶναι
φιλοσοφίαν, καὶ γνῶσιν, καὶ κατάληψιν; ἐγνωκότες
καὶ κατειληφότες, ἢ μὴ ἐγνωκότες, μηδὲ κατειληφός
τες; εί μὲν οὖν κατειληφότες, ἰδού ἐστι γνῶσις καὶ
κατάληψις. El δὲ μὴ ἐγνωκότες, οὐδεὶς ὑμῖν πιστεῦ-
σει περὶ πράγματος διαλεγομένοις, οὗ τὴν γνῶσιν
οὐ κατειλήφατε.
Ἐπεὶ τοίνυν ἐστὶ φιλοσοφία, καὶ γνῶσις τῶν ὅν-
των ἐστὶ, περὶ τοῦ ὄντος εἴπωμεν. Είδέναι δὲ δεῖ,
ὡς τοῦ λογικοῦ μέρους τῆς φιλοσοφίας ἀρχόμεθα,
ὅπερ ὄργανόν ἐστι (6) μᾶλλον τῆς φιλοσοφίας, ἥπερ
μέρος. Αὑτῷ γὰρ πρὸς πᾶσαν ἀπόδειξιν κέχρηται.
Διαλέγομεθα οὖν περὶ ἁπλῶν φωνῶν τέως, δι’ ἁπλῶν
ἐννοιῶν ἁπλᾶ δηλουσῶν πράγματα’ πρότερον γάρ
τὴν τῶν λέξεων σημασίαν δηλώσαντες, οὕτω καὶ
περὶ λόγων διασκεψόμεθα.
ΚΕΦΑΛ. Δ’.
Περὶ τοῦ ὄντος, οὐσίας τε καί συμϐεϐηκότος.
Τὸ ὃν κοινὸν ἧνομά ἐστι πάντων τῶν όντων · τοῦτο
διαιρεῖται εἰς οὐσίαν καλ⁵ συμϐεϐηκός. Οὐσία μὲν
οὖν ἔστι τὸ κυριώτερον ⁸³, ὡς ὲν ἑαυτῷ, καὶ μὴ ἐν
ῩΑΒΙᾹΞ. LECTIONES.
NOTIE.
indulgere videar, observasse sufficiat Damascenum,
post Platonicos dialecticam nuncupasse _orgamml
seu instrumentum scientia: : cum ε contra Peripate-
ticorum dialectica ad opinionem potius spectet
quam.ad scientiam. (ia-terum Philosopbusjure
suo uti potuit in muneribus assignaudis dialecticae,
quando, eodem Ammonio in ejus Yita teste, cum
argumentandi, tum demonstrandi regulas _I_'e-
pererit. Οἱ μὲν χὰρ gnomon, inquit, ’ἀποδεζξαι
μὲν ᾔδεσαν, ἀποδείξεις δὲ ποιεῖν οὐκὴπίσταντο. Ve-
teres"siquid¢m demonstrare quidem nouerant, demon-
stratimium vero tonficiendarum modos ignora-
bant.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.