PG 94, col. 748

ἑτέρου κοινὴ γίνεται, καθὼς ὲν τῷ τετάρτῳ κεφα-
λαίῳ ὡρισάμεθα. Τὸ γὰρ ὲν ἐμοὶ ζῶον λογικὸν,
θνητὸν , οὐδενὸς ἄλλου ζώου κοινόν ἐστιν. ’Δμέλει
παθόντος ἀνθρώπου τινὸς, ἢ βοὸς, ἢ ἵππου, ἀπαθῆ
μένειν τά ὁμοειδῆ τῶν ἀτόμων οὐκ ἀδύνατον. Καὶ
γάρ Παύλου τεθνεῶτος, μηδένα τεθνάναι τῶν λοιπῶν
ἀνθ ρώπων ἐνδέχεται* καὶ γενομένου Πέτρου, καὶ είς
τὸ εἶναι παραχθέντες, οἱ μετ’ αὑτὸν ἄνθρωποι, οὔπω
τῶν ὄντων εἰσίν. Οὐκοῦν ἑκάστη φύσις οὐ μοναχῶς
λέγεται τοῦθ’ ὅπερ ἐστὶν, ἀλλὰ διχῶς. Καθ’ ἕνα μὲν
τρόπον, ὅταν τὸν κοινὸν ἑκάστης φύσεως λόγον,
αὑτὸν ἐφ’ ἑαυτοῦ θεωρούμενον, οἷον τὴν ἀνθρώπου
φύσιν, τὴν ἵππου, ἐν ούδενὶ τῶν ἀτόπων γινομ-
νην ο καθ’ ἕτερον δὲ, ὅταν αὐτὴν δὴ ταύτην τὴν κοι-
νὴν φύσιν ὲν τοίς ἀτόμοις γινομένην κατίδωμεν, καὶ
μερικωτάτην ὲν ἑκάστῳ αὐτῶν λαμϐάνουσαν ὓπαρξιν
οὐδενὶ ἄλλῳ πλὴν ὲκείνῳ καὶ μόνῳ λοιπὸν ἐφαρμό-
ζουσαν. Τὸ γὰρ ὲν ἐμοὶ ζῶον, λογικὸν, θνητὸν, οὑ·-
δενὶ τῶν ἄλλων ἀνθρώπων ἐστὶ κοινόν ο οὑδὲ ἡ ὲν
τῷδε τῷ ἵππῳ τοῦ ζώου φύσις, ὲν ἄλλῳ τινὶ γένοιτ’
ἂν, ὼς ἀρτίως δεδείχαμεν. Ὀτι δὲ ταύτας τὰς ἐν·
νοίας περί τε φύσεων ἔχει καὶ ὑποστάσεων ή τῆς
Ἑκκλησίας διδασκαλία, δῆλον ἐξ ὧν μίαν μὲν φύσιν
Πατρός τε, καὶ Υἱοῠ , καὶ ἁγίου Πνεύματος ὁμολο-
γοῦμεν, τρεῖς δὲ τὰς τούτων ὑποστάσεις, ἤγουν τὰ
πρόσωπα, δογματίζομεν , καθ’ ἃς ἕκαστον ίδιὸτητί
τινι ὲκ τῶν λοιπῶν διακρίνεται. Τί γάρ ἂν εῐη μία.
ίφύσις θεότητος, ἢ ό κοινὸς τῆς θείας φύσεως λόγος,
αὐτὸς καθ’ ἑαυτὸν θεωρούμενος, καὶ τῇ ἐπινοίᾳ τῆς
ἑκάστης ὑποστάσεως ίδιότητος κεχωρισμένος; Ὀτι
δὲ καὶ ἰδικώτερον πάλιν τὸ τῆς φύσεως γινώσκομεν
ὄνομα , τὸν κοινὸν λόγον τῆς φύσεως ἀφ’ ἑκάστου
τῶν ἀτόμων, ἤγουν τῶν ὑποστάσεων ἑκάστης ,
ἴδιον γενόμενον θεωροῦντες, καὶ οὐδενὶ λοιπὸν ἑτέρῳ
τῶν ὑπὸ τὸ κοινὸν εἶδος ἐφαρμόζειν δυναμένων, δῆα-
λον πάλιν ἐξ ὧν ἐπὶ Χριστοῦ δύο φύσεων évmctv,
τῆς θείας φημὶ καὶ τῆς ἀθρωπότητος, πρεσϐεύομεν.
Οὐ γὰρ δὴ τὴν κοινὴν ἐπὶ τῆς άγίας Τριάδος νοου-
,μένην τῆς θεότητος σεσαρκῶσθαί φαμεν· οὕτως
γάρ ἂν καὶ τοῦ ἁγίου Πνεύματος κατηγοροῦμεν τὴν
ὲνανθρώπησιν · ἀλλ’ οὐδὲ τὸν κοινὸν τῆς ἀνθρωπείας
φύσεως λόγον ἡνῶσθαι τῷ Θεῷ Λόγῳ πρεσϐεύομεν.
Οῦτω γὰρ πάλιν καὶ τοῖς πρὸ τῆς τοῦ Λόγου ὲπι-
δημίοις γενομένοις ἀνθρώποις , καὶ τοῖς μετ’ αὐτὴν
ἐσομένοις ἅπασιν, ἡνῶσθαι ἂν ό τοῦ θεοῦ Λόγςς
δικαίως ἐλέγετο. Ἀλλά δῆλον ὅτι φύσιν θεότητος
ἐνταῦθά φαμεν, τὴν ὲν τῇ ὑποστάσει τοῦ Λόγου τῆς
κοινῆς θεότητος φύσιν. Ὅθεν καὶ μίαν φύσιν τοῦ
Θεοῦ Λόγου σεσαρκωμένην ὁμολογοῦμεν αὐτῷ
τὸ προσθεῖναι, τοῦ Θεοῦ Λόγου, σαφῶς ἀποκρίνοντες
αὐτὴν, τοῦ τε Πατρὺς καὶ τοῦ άγίου Πνεύματος,
’Ὥστε κάνταῦθα τὸν κοινὸν τῆς θείας φύσεως λόγον,
ἴδιον λοιπὸν τοῦ θείου Λόγου νενοηκότες, σεσαρκῶ-
σθαί φαμεν τοῦ Θεοῦ Λόγου τὴν φύσιν. Καὶ φύσιν
πάλιν άνθρωπότητος λέγομεν ἡνῶσθαι τῷ Λόγῳ,
τὴν μερικωτάτηνν ἐκείνην ἶῦπαρξιν , ἢν μόνην ν

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.