PG 95, col. 129

αὐτὴu, καὶ ἀποδιαιρούντων ἐκ τῶν λοιπῶν φύσεων·
ἄν τὸ ἄθροισμα ἐν ἐτέρῳ οὐ θεωρηθήσεται εἴδει.
Ἀδύνατον δὲ αὖ πάλιν, τὴν μίαν καὶ τὴν αὐτὴν
ὑπόστασιν μὴ κεχρῆσθαι τοῖς χαρακτηριστικοῖς
καὶ συστατικοῖς αὐτῆς, καὶ ἀφοριστικοῖς ἐκ τῶν
λοιπῶν [ ὁμοειδῶν ἐ ] ὑποστάσεων· τοῖς ὑποστατι-
κοῖς, φημὶ, ἰδιώμασι . Συμβεβηκότα δὲ ταῦτα καὶ
ἐπουσιώδη καλεῖν ἔθος τοῖς περὶ ταῦτα δεινοῖς, ὧν
τὸ ἄθροισμα ἐφʼ ἐτέρας ὑποστάσεως θεωρηθῆναι
ἀμήχανον. Πᾶσα ὑπόσταπις σύνθετος ἐκ διαφόρων
φύσεων συντεθειμένη, τὰ φυσικὰ διώματα τῶν
τειούτων φύσεων κατʼ ἀνάγκην ἔχει· κὰν σύγχυσις
θεωρῆται ἐν τῇ ἐνώσει. Τὸ γὰρ πῦρ, καὶ τὸ ὕδωρ
ἐναντία εἰσὶ παντελῶς τὸ μὲν γὰρ πῦρ θερμὸν καὶ
ξηρὸν, τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν· ἀλλʼ ἡνίκα
συντεθῇ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων, τὰς τέσ-
σαρας ἔχει ποιότητας, θερμότητα, καὶ ξηρότητα,
καὶ ψυχρότητα, καὶ ὑγρότητα. Εἰ οὗν ἔνθα σύγχυ-
σις θεωρεῖται, ἀνάγκη θεωρεῖσθαι τὰ φυσικὰ ἰδιώ-
ματα τῶν συνθέτων , πόσῳ μᾶλλον ἐπὶ τῆς ἀσυγ-
χύτου ἐνώσεως.
β. Θύσις μὲν γὰρ φύσει συγκρίνεται, καὶ φύσεως
διαφέρειν λέγεται, ἤτοι εἶδος εἴδους, ταῖς οὐσιώδεσι
καὶ φυσικαῖς διαφοραῖς. Ὡσαύτως ὑπόστασις ὀμο-
ειδεῖ ὑποστάσει συγκρίνεταιι καὶ διαφέρειν τῶν
ὁμοειδῶν ὑποστάσεων λέγεται, τοῖς τῶν ὑποστάσεων
χαρακτηριστικεῖς ἰδιώμασιν οὐ μὴν ὑπόστασις
ἐτερεειδεῖ ὑποστάσει συγκρίνεται, ὡς ὑπόσταεις.
7ὰ γὰρ ὑποστατικὰ τοῦ Πέτρου τυχὸν ἰδιώματα,
πρὸς τόνδε τὸν βοῦν συγκρινόμανα, φύσιν μᾶλλον
ἀφορίζει, καὶ οὐχ ὑπόστασιν· οὐ γὰρ λέγομεν δια-
φέρειν τώνδε τὸν ἄνθρωπον τοῦδε τοῦ ἴππου, ὅτι
μὲν φαλακρὸς, ὁ δὲ εὐχαίτης· οὐδὲ ὅτι ὁ μὲν μακρὸς,
ὁ δὲ κολοβός ἀλλʼ ὅτι ὁ μὲν λογικὸς, ὁ δὲ ἄλογος·
οὐδὲ δτι ὁ μὲν υἱὸς τοῦδε, ὁ δὲ τοῦδε. Εἰ δὲ εἰπομεν,
ὅτι ὁ μὲν υἱὸς Nέστορός ἐστιν, δὲ υἱὸς τοῦδε τοῦ
ἔπππκου καὶ μὲν σοφὸς, ὁ δὲ ἄσοφος, φυσικαὶ δια-
φοραὶ τάττονται. Δἱ γὰρ ὑποστατικαὶ διαφοραὶ τῶν
ἀνθρώπων πρὲς ὑποστατικὰς διαφορὰς ἴππων, φυσι-
καὶ λογίζονται διὸ καὶ ἐπὶ τοῦ Κυρίου ἡμῶν ἔησοῦ
Χριστοῦ, τὸ τοῦ σώματος σχῆμα, καὶ ὁ τῆς ὄψεως,
εἴτουν τοῦ προσώπου, χαρακτὴρ, καὶ τὸ εἶναι αὐτὸν
υἰὸν τῆς Παρθένου, πρὸς τὸ εἶναι αὐτὸν Τἱὸν τοῦ
Θεοῦ ἀσχημάτιστον, οὐχ ὑποστάσεών ἐστιν ἀφορι-
στικὰ, ἀλλὰ διαφόρων φύσεων. Ὁτε γὰρ ἐκ δύο
φύσεων μία ὑπόστασις σύνθετος γένηται, ταῦτά τε
κὰκεῖνα τουτέστι τά τε τῆς θείας φύσεως [φυσικά
τε καὶ ) ὑποστατικὰ ἰδιώματα, τά τε τῆς ἀνθρω-
πίνης φύσεως, τῆς αὐτῆς ὑποστάσεως ὑποστατικὰ
γίνεται I
γ. Σοφῶς1 οὗν Δημιουργὸς φύσεών τε, τουτέστι
τῶν εἰδῶν, πλείστην διαφορὰν ἐποιήσατο, πρὸς ἔν-
1Deest is Basil. I Basil. Colb. 1 σοφός.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.