PG 95, col. 149

ἡμῖν δὲ οὕτε ἀρετὴ, οὕτε κακία λογίζεται. Καλὰ μὲν
γάρ εἰσι, καὶ ἐπʼ ἀγαθῷ ὑπὸ τοῦ ἀγαθοῦ δεδωρη-
μένα. Ὁ δὲ τρόπος τῆς χρήσεως αὐτῶν, ἀρετὴν καὶ
κακίαν συνίστησιν. Ἀν μὲν γὰρ ὑποταγῇ τὸ θέλημα
τῷ νόμῳ τοῦ Θεοῦ, καὶ κατὰ τὸν νόμον αὐτοῦ ὁ νοῦς
κυβερνήσῃ τὰ ὑπήκοα αὐτοῦ, πάσας φημὶ τὰς ψώχι-
κὰς κινήσεις, κατʼ ἐξαίρετον δὲ, θυμὸν, ἐπιθυμίαν·
ταῦτα γὰρ ὑπήκοα τῷ λόγῳ ἀρετὴν εἰργασάμεθα,
καὶ δικαιοσύνην ἐπληρώσαμεν. Ἐπὶ τούτῳ γὰρ ἐλά-
βομεν τὴν τούτων ἐξουσίαν καὶ ὡς ἐξουσίαν λαβόν.-
τες, καὶ νόμον ἐδεξάμεθα, καὶ ὑπὸ νόμον γεγόναμενe·
τὰ γὰρ ἄλογα μὴ ἔχοντα τὸν ἡγεμόνα νοῦν τὸν αὐτ-
εξούσιον θυμοῦ καὶ ἐπιθυμίας, οὐκ ἔλαβον νόμον.
Φύσει τειγαροῦν τοῦ Δημιουργοῦ δοῦλοι ὑπάρχοντες,
καὶ τὸ αὐτεξούσιον ἔχοντες, τὸ ἀρετῆς συστατικὸν
(οὐ γὰρ ἀρετὴ,οὐδὲ τερπνὸν, τὸ βίᾳ γινόμενον), νόμον
ἐλάβομεν, ὅπως ἐπιγνῶμεν ὅτι δεσπότην ἔχομεν
ἵνα μὴ ἐν σκότει διαπορευόμενοι, βόθροις περιπέσω-
μεν· «Λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου, καὶ
φῶς ταῖς τρίβοις μου, ἔφη ὁ Δαβίδ ὅπως γνω-
σθῇ ἡμῶν ὁ πρὸς τὸν Δεσπότην πόθος καὶ ἡ εὕνοια·
δπως τῷ Θεῷ τοῦ ἄγαθοῦ κοινωνήσωμεν· « ἴνʼ ἦ
τοῦ ἐλομένου τὸ ἀγαθὸν, οὐχ ἦττον, ἢ τοῦ παρα-
σχόντος τὰ σπέρματα Aὐτὸς γὰρ ἡμῖν τὴν δύνα-
μιν τῆς ἀγαθοεργίας ἐδωρήσατο· αὐτεξουσίους δὲ
ἡμᾶς ἐποίησεν, να ἐξ αὐτοῦ καὶ ἐξ ἡμῶν τὸ ἀγαθὸν
γίνοιτο. Παντὶ γὰρ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν,
Θεὸς συνεργεῖ εἰς τὸ ἀγαθὸν, ὅπως τὸ κατὰ φύσιν
φυλάξαντες, τῶν ὑπὲρ φύσιν τύχωμεν ἤγουν τῆς
ἀφθαρσίας καὶ τῆς θεώσεως, ἐκ τῆς πρὸς τὸ Θεῖον
ἐνώσεως, διὰ τῆς κατὰ δύναμιν τοῦ θελήματος πρὸς
αὐτὸν οἰκειώσεως ⁵ ὅπως μὴ ταῖς φυσικαῖς δυνάμε-
σιν ἀλόγως χρώμενοι, παρασυμβληθῶμεν τοῖς ἀνοή-
τοις κτήνεσι, καὶ ὀμοιωθῶμεν αὐτοῖς. Εἰ γὰρ μὴ
ἐπετάγη ἡ θέλησις ἡμῶν τῷ θείῳ θελήματι, ἀλλὰ
κατʼ οἰκείαν γνώμην καὶ προαίρεσιν χρήσηται ὁ
αὐτεξούσιος νοῦς θυμῷ καὶ ἐπιθυμίᾳ, κακίαν εἰργά-
σατο. Κακία γὰρ οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ἀμαρτία,
καὶ ἀποτυχία, καὶ παρακοὴ τοῦ δεσποτικοῦ νόμου.
Ὡστε τὸ αὐτεξούσιον, πρῶτον ἀγαθὸν, τῇ λογικῇ
φύσει πρέπον· καὶ τῷ κεχρῆσθαι τῷ αὐτεξουσίῳ,
καὶ κατεξουσιάζειν καὶ κρατεῖν τῶν ἀλόγων παθῶν,
θυμοῦ λέγω, καὶ ἐπιθυμίας, ἀρετή· τὸ δὲ προδιδόναι
τὸ αὐτεξούσιον καὶ ἡττᾶσθαι τοῖς ἀλόγοις πάθεσι,
καὶ ἀλόγως καὶ κτηνωδῶς βιοῦν, τοῦτο κακία, τοῦτο
ἀμαρτία. Μὴ οὗν ἀσχημονῶμεν τὰ τῶν ἀλόγων
πράσσοντες, ἀλλʼ ἐπέχωμεν λόγῳ τὰς ὀρμὰς τῆς φύ-
σεως. Οὐ γὰρ πρέπει τῷ λογικῷ ἡ τῶν ἀλόγων πολι-
τεία, ἀλλὰ μᾶλλον καὶ τοῖς ἀλόγοις πάθεσι λογικῶς
κεχρῆσθαι, καὶ λόγῳ ταῦτα ῥυθμίζειν, καὶ κατʼ ἐξ-
ουσίαν ἄγειν, καὶ ἡνιοχεῖν, καὶ ἄγεσθαι καὶ ὑπείκειν
τῷ θείῳ νόμῳ, καὶ τούτοις κεχρῆσθαι, καθὼς ὁ
Κύριος διετάξατο.
⁶ Greg. orat. 1 et t2. ⁶ Psal. cxmnn, t05. Greg. verba.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.