PG 95, col. 152

κʼ. Εἰδέναι τοίνυν χρεὼν, ὡς ἡ τῶν ὀνομάτων εύγ-
χυσις ποιεῖ τοῖς αἰρετικοῖς τὴν πλάνην. Καθὼς οὗν
τοῖς Μονοφυσίταις, τοῖς Ἀκεφάλοις, φημὶ, τὸ ταυ-
τὸν λέγειν φύσιν καὶ ὑπόστασιν, αἴτιον γέγονε λέγειs
ἐπὶ Χριστοῦ μίαν φύσιν, ἴνα μὴ εἰς δύο ὑποστάσεις
τὸν Χριστὸν διέλωσιν. Ἐτι δὲ καὶ τοῖς Nεστορίου
ὁμόφροσι, τοῦ λέγειν δύο ὑποστάσεις, ἵνα μὴ τὰς
δύο Χριστοῦ φύσεις εἰς μίαν συγχέωσιν. Οὕτω καὶ
τοῖς Μονοθελήταις, τὸ μὴ εἰδέναι τὴν διαφορὰν τοῦ
φυσικοῦ καὶ τοῦ ὑποστατικοῦ θελήματος, τουτέστι,
τοῦ γνωμικοῦ, αἴτιον γέγονε τοῦ ἐν λέγειν ἐπὶ
Χριστοῦ θέλημα· ἵνα οὗν τὴν ἐκ τῆς ὁμμωννμίας
διαφύγωμεν πλάνην, οὕτω τὸν περὶ τοῦ θελήματος
ἀναπτύξωμεν λόγον.
κα. Τὸ θέλημα ὁμώνυμόν ἐστι· ποτὲ μὲν γὰρ ση-
μαίνει τὴν θέλησιν· τουτέστι τὴν θελητικὴν δύναμινe·
ποτὲ δὲ αὐτὸ τὸ θελητὸν, τὸ τῇ θελήσει ὑποκείμενονæ·
τουτέστιν αὐτὸ τὸ πρᾶγμα, ὅπερ τις θέλει· ἄλλο δέ
ἐστι θέλησις, καὶ ἄλλο τὸ θελητὸν, ὥσπερ ἄλλο ὅρα-
σις, καὶ ἄλλο τὸ ὁρατόν· ὅρασις μὲν γάρ ἐστιν αὐτὴ
ἡ ὀρατικὴ δύναμις καθʼ ἢν ὀρῶμεν, ἡἐν τῷ ὀφθαλμῷ
ἐνεργοῦσα. Ὁρατὸν δὲ, αὐτὸ τὸ ὀρώμενον πρᾶγμα,
ἢλἰθος, ἢ ξύλον, ἤ τι τοιοῦτον. Οὕτω γοῦν καὶ θέ-
λησίς ἐστιν αὐτὴ ἡ θελητικὴ τῆς ψυχῆς δύναμι.
καθʼ ἦν θέλομεν· θελητὸν δὲ αὐτὸ τὸ πρᾶγμα, ὅπερ
τις θέλει. Οἶον, θέλω πλεῦσαι· τὸ πλεῦσαι, θελητόν
ἐστι d· πάντως δὲ τὸ θελητὸν,ἢ ἐνέργειά ἐστι, τουτ-
έστι πρᾶξιις, ἢ πάθος· ἴδωμεν τοίνυν εἰ φυσική ἐστιν
ἡ θέλησις, ἡ ὑποστατική.
κ9. ἐρα πᾶς ἄνθρωπος ἔχει τὴν δύναμιν τὴν
θελητικὴν, ἢ οὕ; Δῆλον ὡς πᾶς ἄνθρωπος ἔχει τὸ
δὐνασθαι θέλειν, καὶ πᾶς ἄνθρωπος ἔχει τὸ θέλειν.
Τίς γὰρ ἄνθρωπος γέγονεν, ὅς οὐκ ἠθέλησεν οὐδέν;
οὐ πᾶς δὲ ἄνθρωπος ὡσαύτως θέλει· ἀλλʼ ὁ μὲν κα-
λῶς, ὁ δὲ κακῶς· ἕκαστος κατʼ οἰκείαν γνώμην.
Ὁστε ἡ μὲν θέλησις, τουτέστιν ἡ θελητικὴ δύναμις.
καὶ αὐτὸ τὸ ἀπλῶς θέλειν, φυσικόν· τὸ δὲ θελητὸν,
τουτέστι τὸ τοιῶσδε θέλειν , γνωμικὸν καὶ ὑπο-
στατικόν.
κγ. Καὶ πάλιν· Τῶν ὁμωνύμων, ὡς εἴπομεν, ὅν
τὸ θέλημα, ποτὲ μὲν σημαίνει τὴν θέλησιν, ποτὲ
δὲ τὸ θελητόν. Δεῖ γὰρ εἰδέναι, ὅτι ἄλλο ἐστὶ θέλησις,
καὶ ἄλλο τὸ θέλειν, καὶ ἄλλο τὸ τί καὶ πῶς θέλειν,
καὶ ἄλλο τὸ θελητὸν, καὶ ἄλλο τὸ θελητικὸν, καὶ ἄλλο
ὁ θέλων. Ὡσπερ ἄλλο ὅρασις, καὶ ἄλλο τὸ ὀρᾷν, καὶ
ἄλλο τὸ ¹ τί καὶ πῶς ὀρᾷν· καὶ ἄλλο τὸ ὀρατὸν, καὶ
ἄλλο τὸ ὁρατικὸν, κοὶ ἔτερον ὁ ὁρῶν. Ὁρασις μὲν
γάρ ἐστιν, αὐτὴ ἡ ὀραιικὴ δύναμις τῆς ψυχῆς, ἡ ἐν
τῷ ὀφθαλμῷ ἐνεργεῦσα, καθʼ ἢν ὀρῶμεν· ὁρᾷν δέ
vARLX tLXCTIOῦs.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.