PG 95, col. 157

καὶ τρόπος χρήσεως τῆς φυσικῆς θελήσεως, κατὰ
γνώμην τῆς κεχρημένης ὑποστάσεως. Τὸ οὖν ἀποτε-
τμημένον τῶν ὑποστάσεων, διάφορον τὴν γνώμην
ἐργάζεται.
κς. ʼἈλλὰ, φασὶν, ὡς ὁ ἄνθρωπος οὐκ ἔχει φυσι-
κὸν θέλημα· λέγουσι δὲ δύο μόνα εἶναι θελήματα
τὸ ἑν, τὸ θεῖον καὶ ἀγαθόν καὶ τὸ ἕτερον, τὸ πονη-
ρὸν, τὸ διαβολικόν· καὶ πηνἱκα μὲν τὸ ἀγαθὸν θε-
λήσει ὁ ἄνθρωπος, τὸ τοῦ Θεοῦ ἔχει θέλημα. Ἡνίκα
δὲ τὸ πονηρὸν, τὸ τοῦ διαβόλου · ἀλλʼ ἀγνοοῦσιν, ὡς
ἀδύνατον οἱανοῦν φύσιν χρήσασθαι πράξει, ἦς τὴν
δύναμιν οὐ κατὰ φύσιν ἔλαβεν. Οἶον οὐ δύναται τὸ
πτηνὸν, μὴ κατὰ φύσιν λαβὸν τὴν τοῦ πέτασθαι
δύναμιν, πτῆναι· ὁμοίως οὐδὲ τὸ χερσαῖον βαδίζειν,
εἰ μὴτὴν βαδιστικὴν κατὰ φύσιν ἔλαβε δύναμιν οὕτω
δὴ καὶ ὁ ἄνθρωπος οὐ δύναται νοεῖν, εἰ μὴ τὴν νόη-
σιν κατὰ φύσιν ἔλαβεν· οὐδὲ λαλεῖν, εἰ μὴ τὴν λαλη-
τικὴν κατὰ φύσιν ἔλαβε δύναμιν· ὁμοίως οὐδὲ
δρᾷν, οὐδὲ θέλειν, εἰ μὴ φυσικὴν τὴν ὀρατικὴν καὶ
θελητικὴν ἔλαβε δύναμιν. Δεῖ οὖν πρῶτον φύσει ἔχειν
τὴν δύναμιν τοῦ θέλειν, ὅπερ ἐστὶ θέλησις, καὶ οὕ-
τως θέλειν. Διὸ καὶ ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, ἐπειδὴ δύο φύσεις, δύο καὶ φυσικαὶ θελή-
σεις . ἵνʼ ἢ Θεὸς τέλειος, καὶ ἄνθρωπος τέλειος,
μηδὲν λείπων τῶντῆς θεότητος ἰδιωμάτων, μήτε μὴν
τῶν τῆς ἀνθρωπότητος. Καὶ κατὰ τὰς δύο, [ u διχῆ
λέγομεν τοῦτον [ θέλειν, καὶ διαφόρως θέλειν κατὰ
τὴν φυσικὴν διαφοράν· θείως καὶ παντοδυνάμως
παντοδύναμον γὰρ τὸ θεῖον θέλημα· καὶ οὐ παντο-
δυνάμως [πάλιν,] ἀλλʼ ἀσθενῶς καὶ παθητῶς
παθητικὸν γὰρ καὶ ἀσθενὲς τὸ ἀνθρώπινον θέλημα·
καὶ ἄλλο [ ο μὲν τὸ ἀνθρώπινον ] καὶ ἄλλο [ τὸ θεῖον]
φυσικὸν θελητόν· οὐ γὰρ τὰ τῆς ἀνθρωπότητος
θελήματα, καὶ τῆς θεότητός εἰσι θελήματα · φύσει
γὰρ θελητικὴ καὶ ὀρεκτικὴ ἡ ἀνθρωπίνη φύσις βρώ-
σεως , καὶ πόσεως, ὕπνου, καὶ τῶν τοιούτων· ἀλλʼ
οὐχὶ θεότης τούτων ὀρεκτική. Οὐ γὰρ τούτων αὕτη
ποτὲ ὀρέγεται, εἰ καὶ θέλει τὴν ἀνθρωπίνην φύσιν
τούτων ὀρέγεσθαι φυσικῶς, καὶ ὡς ὤφειλε, καὶ
ὅτε.
κζ. Κστὰ μὲν οὖν τὴν φυσικὴν διαφορὰν, δύο τὰ
θελήματα ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὐκ
ἐναντία. Οὐδὲ γὰρ ἐναντίον τῷ θείῳ θελήματι τὸ φυ-
σικὸντοῦ ἀνθρώπου θέλημα· οὕτε ἡ φυσικὴ θελητικὴ
δύναμις· οὕτε τὰ φυσικῶς αὐτῇ ὑποκείμενα· οὕτε
ἡ φυσικὴ χρῆσις τῆς θελήσεως. Πάντων γὰρ τῶν
φυσικῶν, τὸ θεῖον θέλημα δημιουργόν·τὰ δὲ παρὰ φύ-
σιν, μόνα ἐστὶν ἐναντία τῷ θείῳ θελήματι· ὅπερ ἐστὶν
ἡ κατʼ οἱκείαν γνώμην τῶν ἀμαρτικῶν ἡδονῶν ὄρε-
Hæο περικοπὴ deest in nostris et Regg.
θεέτητί εἰσι θελητά.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.