PG 95, col. 204

τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ, δτι οὐκ
ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρʼ ἀνθρώπου
παρέλαβον αὐτὸ, οὕτε ἐδιδάχθην, ἀλλὰ διʼ ἀποκαλύ-
ψεως Ἰησοῦ Χριστοῦ. » ΤΓέγραπται· « Οὐκ ἄγγελος,
οὐ πρέσβυς, ἀλλʼ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. »
Φησὶν ὁ Παῦλος· « ίνεσθε μιμηταὶ τοῦ Θεοῦ, ὡς
τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς
καὶ ὁ Χριστὸς ἡγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὶν
ὑπὲρ ἡμῶν. » Ὁ λυπούμενος καὶ ἀπευχόμενος τὸ
ποτήριον, πῶς ἐαυτὸν παρέδωκεν, εἱ μόνον ἄνθρω-
πος ἦν;
κ6. Πῶς ὁ μακάριος Πέτρος φησί· « Χριστοῦ
οὗν παθόντος σαρκί; » Τίνος ἕνεκεν προσέθηκε τὸ,
σορκὶ, εἰ μὴ εἰδὼς, ὅτι Θεὸς ἦν ἀπαθεῖ τῇ θεότητι;
Εἰ ψιλὸς ἄνθρωπος ἔπαθεν ὑπὲρ ἡμῶν, πῶς « ὁ λδ-
γος τοῦ σταυροῦ δύναμις Θεοῦ ἐστι; » καὶ πῶ, τὸ
«αἶμα αὐτοῦ κοινὸν ἡγησάμενος κατακέκριται, » ὡς
τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσαςς
λν. Πῶς « Χριστὸς ἀνιέναι » ἐαυτόν φησιν, « δπου
ἦν πρότερον; » Οὕτε γὰρ ὡς Θεὸς ἄνεισιν· ἀπερί-
γραπτος γάρ· τὸ δʼ ἀνιέναι καὶ κατιέναι περιγρα-
πτῆς φύσεως. Οὕτε ὡς ἄνθρωπος ἦν ἐν οὐρανῷ,
πρὶν ἀνελθεῖν ἀλλʼ ἄνεισιν ὡς ἄνθρωπος, ὅπου ἦν
τὸ πρότερον ὡς Θεός· Θεὸς γὰρ ἅμα ὁ αὐτὸς καὶ
ὅνθρωπος.
λα. Τέγραπται· « Οὕτως ἡγάπησε ὁ Θεὸς τὸν κό-
σμον, ὥστε τὸν Τἱὸν αὐτοῦ τὸν μονογενξ ἔδωκεν, ἵνα
πᾶς ὁ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον. s
Ποία ἀγάπης ὑπερβολὴ, εἰ κοινὸν ἄνθρωπον χάριτι
υἱοποιηθέντα ὑπὲρ ἡμῶν ἔδωκε; Πῶς δὲ καὶ Μονο-
γενὴς, εἰ υἱοθεσίᾳ τετιμημένος, καὶ οὐ φύσει ὡν
υἱὸς, τῆς ραφῆς λεγούσης· « Ἐγὼ εἶπα· Θεοί ἐστε,
καὶ υἱοὶ Υψίστου πάντες; » Καὶ· « Ὁσοι ἔλαβον
αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέ-
σθαι; » Ἀλλʼ ὦσπερ πολλῶν ὄντων θεῶν θέσει καὶ
χάριτι, εἶς δέ ἐστιν ὁ φύσει Θεὸς, οὕτω καὶ πολλῶν
υἱοθεσίᾳ τετιμημένων, εἶς ἐστιν ὁ φύσει Υἱὸς τοῦ
Θεοῦ ὁ μονογενὴς, ὅν ἔδωκεν ὑπὲρ ἡμῶν.
λ9. ωάννης ὁ θεῖος κέκραγε λέγων·ιΘεὸν οὐδεὶς
ἐώρακε πώποτε. Ὁ μονογενὴς Υἱὸς, ὁ ὡν εἰς τὸν
κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.» Τίς δὲ ὁ
ἐξηγούμενος, εἰ μὴ ὁ ἐκ Παρθένου τεχθεὶς, καὶ τοῖς
ἀνθρώποις συναναστραφείς; « Οὗτος ὁ Θεὸς ἡμῶν,
οὐ λογισθήσεται ἕτερος παρʼ αὐτόν· ἐξεῦρε πᾶσαν
ὁδὸν ἐπιστήμης. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὡφθη, καὶ
τοῖς ἀνθρώποις συνανεστράφη. » Πῶς ὡφθη ἐπὶ τῆς
γῆς, καὶ συνανεστράφη ἀνθρώποις; Δὐτὸς γὰρ ἔφη·
« Θεὸν οὐδεὶς ἐώρακε πώποτε. Ὁ μονογενὴς ἰὸς, s
καὶ τὰ ἐξῆς.
ὁ Ἀπόστολος· « Ὁ επρῶτος ἄνθρωπος
λγ. δησὶν
ἐκ γῆς χοῖκός· ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος ἐξ οὐ-
ss ( Petr. ν, 1. srI Cor. ,18.
Hbr. α. 29. foan. v, G2. ⁵¹ Joan. , 16. s Psal. μXτX, G; Joan. α, 34. Joan. 1, 12.
VaR LECTONES.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.