PG 95, col. 324

οὐδὲ εἴπασιν αὐτὰς εἴδωλα. Καὶ σὺ, εἰ μὴ θέλεις
αὐτὰς προσκυνεῖν, οὐδείς σε ἀναγκάζει· τέως μηδὲ
ἀτιμάζῃςαὐτὰς, μηδὲ λέγῃς αὐτὰς εἴδωλα, καὶ ἀπόλ-
λῃς τὴν ψυχήν σου. Πόσοι ναοὶ καὶ ἐκκλησίαι κατ-
εκοσμοῦντο τὰ ἱερὰ μορφώματα ο τῶν ἀγίων εἰκό-
νων, ὅταν τὰς συνόδους ἐξετέλουν οἰ θεῖοι Πατέρες I
ποῖος ὁ νοῦς ὁρῶν τὸν Κύριον ἐν εἰκόνι ἐσταυρωμέ-
νον, οὐ προσκυνεῖ;
7. Θέλεις εἰπεῖν κατὰ τὸν προφήτην Ἡσαῖαν ,
ὅτι, « Οὐ ποιήσεις πᾶν ὀμοίωμα, μήτε τὰ ἐν οὐρανῷ,
μήτε τὰ ἐν τῇ γῇ; » Οὐδὲ γὰρ τοιοῦτον ἐποιήσαμεν.
οὕτε ἐσεβάσθημεν· οὕτε ἤλιον, οὕτε σελήνην, οὕτε
ἀστέρας, οὕτε τὰ ἐν γῇ, οὕτε θηρία, οὕτε κτήνη,
οὕτε ἐρπετὰ, οὕτε ἄλλην τινὰ τῶν τοιούτων ἐποιή-
σαμεν, οὕτε ἐσεβάσθημεν, ἢ ἐλατρεύσαμεν ὡς τὰ
ἔθνη· θέλεις εἰπεῖν κατὰ τὸν προφήτην Δαβίδ · « Τὰ
εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χει-
ρῶν ἀνθρώπων· στόμα ἔχουσι, καὶ οὐ λαλήσονται , s
καὶ τὰ ἐξῆς. Καὶ γὰρ ἀληθῶς οὕτως ἦσαν, ὡς εἶπεν
ὁ Προφήτης, ἀλλʼ ἐκεῖνοι οἱ Ἐλληνες θεοὺς αὐτὰ
ὡνόμαζον, καὶ ὡς θεοὺς ἐσεβάσθησαν, Θεὸν δὲ οὐδέ-
ποτε ἔγνωσαν· ἡμεῖς δὲ οὐχ οὕαως· μὴ γένοιτο·
ἀλλʼ ὡς προεῖπον, σέβομαι τὴν ἀγίαν Τριάδα τὴν
ἀδιαίρετον καὶ ἀσύγχυτον, καὶ τὴν παναγίαν Θεοτό-
κον, καὶ πάντας τοὺς ἀγίους, καὶ τὰς τιμίας καὲ
ἰερὰς αὐτῶν εἰκόνας διὰ τὸν πόθον καὶ τὴν πολλὴν
αὐτῶν ἀγάπην προσκυνῶ καὶ ἀσπάζομαι· οὐχ ὡς
θεοὺς, ὡς οἱ Ἐλληνες· μὴ γένοιτο· ἀλλʼ ὡς προ-
εἶπον, ὡς γραφὴν σύντομον καὶ εὐερμήνευτον,
καθὼς r παρέλαβεν αὐτὰς ἡ Ἐκκλησία. Ὡστε καὶ
λαλοῦσι, καὶ βωβαὶ οὐκ εἰσὶν, ὡς τὰ εἴδωλα τῶν
ἐθνῶν. Πᾶσα γὰρ γραφὴ ἀναγινωσκομένη ἐν τῇ
ἐκκλησίᾳ, εἴτε συγκατάβασιν τοῦ Χριστοῦ, εἴτε τῆς
Θεοτόκου τὰ θαύματα, εἴτε τῶν ἀγίων τοὺς ἄθλους
καὶ τοὺς βίους, διὰ εἰκονικῆς ἱστορίας ἡμῖν διηγοῦν-
ται, καὶ ἀνοίγουσι τὸν νοῦν ἡμῶν πρὸς τὰς αὐτῶν
ἀῤῥήτους καὶ ἀφράστους ζηλοτυπίας.
η. Ἐπεὶ, εἰπέ μοι, ἐὰν ἴδῃς διὰ εἰκονικῆς τυπώ-
σεως τὴν δευτέραν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν παρουσίαν,
πῶς μετὰ δόξης ἔρχεται, καὶ τὰς τῶν ἀγγέλων μυ-
ριάδας ἔμπροσθεν τοῦ θρόνου αὐτοῦ παρεστώσας
μετὰ φόβου καὶ τρόπου· ποταμὸν δὲ ἐκπορευόμενον
πύρινον ἐκ τοῦ θρόνου αὐτοῦ κατεσθίοντατοὺς ἀμαρ-
τωλους· πάλιν δὲ ὅταν θεάσῃ ἐκ δεξιῶν αὐτοῦ τῶν
δικαίων τὴν χαρὰν καὶ εὐφροσύνην, καὶ πῶς ἀγάλ-
λονται ἔμπροσθεντοῦ Nυμφίου· εἰπέ μοι, οἶος σκλη-
ρὸς καὶ ἀμείλικτος τὸν νοῦν καὶ τὴν καρδίαν ὑπάρχῃ.
οὗ μὴ ⁵κατανυγῇ ἡ καρδία ἐκ τῆς φοβερᾶς ἐκείνης
ῶρας· καὶ ἐνθυμηθεὶς τῶν πράξεων αὐτοῦ τὰς βί-
βλους ἀναπτύξῃς, καὶ στενάξας, τοὺς ὀφθαλρμοὺς
ἐατοῦ δακρύων πληρώσῃς; Ἰδοὺ γὰρ λαλεῖ αὕτη ἡ
εἰκονικὴ μορφὴ, εὐσεβῶν τὰς ἀριστείας καὶ τῶν
VARI. LEECTIONES.
Emucadandum. vel Μωὕσέα, ut Comhefis us, vrl Μωῦσὴν. Desunt hæc

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.