PG 95, col. 449

ρυγμα ἐλθεῖν, καὶ ἀπὸ τῶν ἐναντίων πάλιν ἐρ-
γάζeται τὴν προτροπήν· ἢ γὰρ ὑπισχνούμενον ἀγα-
θὰ, ἢ ἐκφaβοῦντα δεῖ τὴν προτροπὴν ἐπγάζεσθαι.
Ἐγγὺς οὖν παρίστησιν αὐτοὺς τοῦ θείου δικα-
στηρίου.
« Τῶν τὲν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι
τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, Ὁ
Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε. Τὰ γὰρ ὀρατὰ αὐτοῦ
ἐπὸ κτίσεως κόσμου τοῖς ποιήμαδι νοούμενα καθ-
ορᾶται, ἢ τε ἀtδιος αὐτοῦ δύναμις καὶ θεότης.»
Καὶ τίνες οὗτωι ; Οἱ ξἘλλήνων παῖδες, οἱ ξύ-
λοις καὶ λίθοις ἀνατιθέντες τὴν τοῦ Θεοῦ προσ-
κύνησιν, καὶ ὅσον εἰς αὐτοὺς ἀδικοῦντες τὴν τοῦ
Θεοῦ δόξαν, εἰ καὶ οὐκ ἀδικεῖται.
« Εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Διότι γνόν-
τες τὸν Θεὸν, οὐᾳ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστη-
σαν, ἀλλʼ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν,
καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες
εἶναι σοφοὶ, ἐμωράνθησαν. »
Καίτοι οὐ διὰ τοῦτο ἐποίησεν αὐτὰ ὁ Θεὸς, εἱ καὶ
τοῦτο ἐξέβη· οὐ γὰρ ἵνα αὐτοὺς ἀπολογίας ἀποστε-
ρήσῃ, διδασκαλίαν τοσαύτην εἰς μέσον ἔθηκεν, ἀλλ.
ἔνα αὐτὸν ἐπιγνῶσιν· ἀγνοήσαντες δὲ, πάσης ἐαυ-
τοὺς ἀπεστέρησαν ἀπολογίας.
« Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ. »
Ἰνα δείξῃ τῆς γνώμης αὐτῶν τὸ κατηγόρημα· ὄ
γὰρἔχει τις, τοῦτο ἀλλάασει.
« Ἐν ὀμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ
πετεινῶν καὶ τετραπόδων καὶ ἐρπετῶν. »
Ὁρα πόσα τὰ κατηγορήματα· πρῶτον, ὅτι οὐκ
ἔγνωσαν Θεόν· δεύτερον, ὅτι ἔχοντες ἀφορμὰς εἰς
τοῦτο μεγάλας, ἀπώλισθον· τρίτον, ὅτι σοφοὶ λέ-
γοντες εἶναι· τέταρτον, ὅτι εἰς δαίμονας κατήγαγον
καὶ λίθους καὶ ξύλα τὸ σέβας ἐκεῖνο.
. « Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις
τῶν καρδιῶν αὐτῶν, εἰς ἀκαθαρσίαν, »
Τὸ παρέδωκεν, ἀντὶ τοῦ εἴασεν κεῖται.
ε Τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυ-
ποῖς. s
Ἐντεῦθεν ἔχουσι τὴν δίκην καὶ πρὸ θείου δικαὶω-
τηρίου· καὶ αὐτοὶ γὰρ ἐαυτοὺς ταῦτα διέθηκαν,
ἀπερ ἂν αὐτοὺς οἱ ἐχθροὶ δεαθεῖναι οὐκ ίσχυσαν.
« Οἴ τινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν
τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ
κτίσει παρὰ τὸν Κτίσαντα, s
« Δείκθυσιν ὡς πάσης ἀσελγείας ἡ ἀσέβεια ἐστὶ
πρώτη.
Ὡς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, Ἀμήν. Διὰ
τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.