PG 95, col. 460
Θεοῦ φιλοτιμίας ἔργον ἐστὶν, οὐ τῆς ἐκείνων ἀρετῆς
κατόρθωμα.
« Τί γὰρ εἰ ἠπίστησάν τινες, μὴ ἡ ἀπιστία αὐτῶν
τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο· γινέ-
σθω δὲ Θεὸς ἀληθής. »
Δείκνυσιν οὕτω πονηροὺς, ὡς καὶ ἐν οἶς τιμῶνται,
κολάσεως εἶναι ἀξίους. Εὖ δὲ τὸ τινές, εἰ καὶ πάντες
ἠπίστησαν, ἵνα μὴ δόξῃ φορτικὸς εἶναι.
Τἱ γὰρ ἐγκαλεῖς, φησὶν, ὅτι ἠπίστησαν; καὶ τt
τοῦτο πρὸς τὸν Θεόν; Μὴ γὰρ τὴν εὐεργεσίαν αὐτοῦ
ἀνατρέπει τῶν εὐεργετηθέντων ἡ ἀγνωμοσύνη; ἢ τὴν
τιμὴν ποιεῖ μὴ εἶναι τιμήν; ἀλλὰ καὶ μείζονα αὐτοῦ
δείκνυσιν τὴν φιλανθρωπίαν, ὅταν καὶ τὸν μέλλοντα
αὐτὸν ἀτιμάζειν φαίνηται τιμῶν.
« Πᾶς δὲ ἄνθρωπος ψευστὴς, καθὼς γέγραπται·
Ὁπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου. »
Ὁ εἶπεν συνεσκιασμένως ἐν τοῖς ἔμπροσθεν, νῦν
προφανῶς τίθησιν· πάντα ἄνθρωπον αὐτῶν ἐψευσμέ-
νων τῆς πίστεως εἰρηκώς.
« Καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. »
ʼὉ νοῦςοὕτως· Εἴτις, φησὶν, κρίνειτά τε ὑπάρξαντα
Ἰουδαίοις παρὰ τοῦ Θεοῦ, τά τε ὑπʼ αὐτῶν εἰς αὐτὸν
ἀντιδοθέντα, τὴν νικῶσαν δῷη τῷ Θεῷ, τοσοῦτον
γινομένῳ φιλοτίμῳ, ὡς μηδὲ τῆς ἀχαριστίας αὐτῶν
δυνηθείσης ἀνακόψαι τὴν εὐεργετικὴν δεξιάν.
« Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστη-
σιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς, ὁ ἐπιφέρων τήν
ὀργήν; κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτοl Ἐπεὶ πῶς
κρινεῖ ὁ Θεὸς τὸν κόσμον; »
Ἀντίθεσις πάλιν· ἡ δὲ ἀντίθεσις αὕτη· Εἰ κακῶς
γενόμενος, φησὶν, αἴτιος ἐγενόμην, τοῦ τὴν νικοῦσαν
δέξασθαι τὸν Θεὸν, οὐκ ὀφείλω κολάζεσθαι. Λύει δὲ
αὐτὴν οὕτως· Εἰ δίκαιος ὁ Θεὸς κριτὴς, καὶ τὸν κό-
σμον κρίνει ἐν δικαιοσύνῃ, κατὰ τὸ γεγραμμένον,
κολάζει σε δὲ, δικαίως δηλονότι κολάζει σε· πῶς
τοίνυν ἀδίκως κολάζεσθαι φὴς, αἴτιος ὡν τῆς αὐτοῦ
νίκης; Κατορθῶν γάρ τις μᾶλλον τὸν νόμον μέγαν
κηρύσσει τὸν νομοθέτην, ἢ παραβαίνων καὶ κολαζό-
μενος· τὸ δὲ κατὰ ἔνθρωπον λέγω, κατὰ τὸ ἀνθρώ-
πιινον φθέγγομαι, ἐπειδὴ ὡς ἐπὶ ὑποδείγματος τὴν
λύσιν ἐργάζει.
« Εἰ δὲ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι
ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κάγὼ ὡς
ἀμαρτωλὸς κρίνομαι; καὶ μὴ, καθὼς βλασφημού-
μεθα, καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ὅτι Ποιη-
σώμεθα τὰ κακὰ, ἴνα ἔλθῃ τὰ ἀγαθά· ὧν τὸ κρῖμα
ἔνδικόν ἐστιν. »
Πάλιν τὴν αὐτὴν πλατύτερον τίθησιν· ἡ δὲ διάνοια