PG 95, col. 68

φωνοῦν, στασιάζειν μᾶλλον ἢ εἰρηνεύειν λεχθήσεται-
κάμοὶ τοίνυν τῷ ἐλαχίστῳ σκοπὸς ἦν προηγουμένως
τὰ τῆς εἰρήνης βραβεύειν, καὶ ὅσα πρὸς τοῦτο φέρει,
τοῖς ἐρωτῶσι λέγειν ὅση δύναμις.
γ. Ἐωρακὼς τοιγαροῦν τὴν περὶ τῶν ἀγίων νη
στειῶν στάσιν μέχρις ἀέρος κορυφωθκισαν, δεινῶς
ἐποτνιώμην καὶ ἡνιώμην, ὅτι καὶ διὰ τοῦ ἀγαθοῦ μοι
ἡ ἀμαρτία τὸν θάνατον κατεργάζεται. Τί γὰρ δφελος
τῆς νηστείας, τοῖς εἰς ἔριδας καὶ μάχας νηστεύουσι;
διὸ τοῖς μὲν ἐπτὰ τὰς τῶν ἀγίων νηστειῶν ἐβδομάδας
λέγουσι συνεβούλευον μὴ ζυγομαχεῖν, καὶ στασιάζειν
τὸ καλὸν σῶμα Χριστοῦ, τουτέστιν τὴν Ἐκκλησίαν·
πειθαρχεῖν δὲ μᾶλλον τοῖς τὴν προεδρίαν καὶ οἰκονο-
μίαν τοῦ λόγου πεπιστευμένοις. Τὸ γὰρ περισσεύειν
ἐν τῷ ἀγαθῷ, καὶ προκόπτειν, καὶ ἀναβαίνειν ἐπὶ τὰ
μείζονά τε καὶ δηλότερα, καὶ προστιθέναι ἐπὶ πᾶ-
σαν αἴνεσιν τοῦ Κυρίου, τῶν εὖ ἐχόντων ἐστί. Τοῖς
δὲ τὰς δκτὼ ἐδδομάδας νομοθετοῦσιν ὑπετιθέμην, ὡς
οὐδὲ τὸ καλὸν καλὸν, εἰ μὴ καλῶς γένηται. Καλὸν
μὲν γὰρ παρθενία· ἀλλʼ ἐὰν γήμῃς, οὐχ ἤμαρτες·
Καλὸν τὸ νηστεύειν πᾶσαν ἡμέραν· ἀλλʼ ὁ μὴ ἐσθίων
τὸν ἐσθίοντα μὴ κρινέτω. Ἐν τοῖς τοιούτοις οὐ νομο-
θετεῖν, οὐ βιάζεσθαι, οὐκ ἀναγκαστῶς ἄγειν τὸ ἐγ-
χειρισθὲν προσήκει ποίμνιον, πειθοῖ δὲ μᾶλλον, καὶ
ἡπιέτητι, καὶ λόγῳ ἅλατι ἡρτυμένῳ, ταῦτα καὶ τού-
τοις ὑποτιθέμεθα. Εἰ δὲ τὸ ἡμῖν δοκοῦν δημοσιεύειν
χρεὼν, τοῦτό φαμεν, ὅτι τοῦ μύστου τῆς ἀληθείας
ἀγίου Πατρὸς ἡμῶν Βασιλείου ἐπτὰ τὰς πάσας τῶν
ἀγίων νηστειῶν ἐβδομάδας φήσαντος ἐν τῷ Κατὰ
μεθυόντων λόγῳ, καὶ τοῦ τῆς θεολογίας ἐπωνύμου
ρηγορίου τῇ τεσσαράκοντα ἡμερῶν νηστείᾳ τοῦ
Κυρίου, τύπον καὶ μίμημα τὰς νηστείας ταύτας δω-
ρησαμένου ἐν τῷ Περὶ βαπτίσματος λόγῳ, ἀνάγκη
ἀμφότερα συμβιβάζειν ἀλλήλοις, ἵνα μὴ ἀσύμφωνα
τὰ τῶν θείων ἀνδρῶν φωραθείη δόγματα. Τοῦτο γάρ
ἐστι τὸ τὴν στάσιν κινοῦν, τὸ μὴ διακρίνειν τῶν λεγο-
μένων τὴν δύναμιν· οὐ γὰρ, ῶς τινες ὑπενόησαν, δε-
κάτας τῶν τοῦ ἐνιαυτοῦ νηστεύειν νενομοθετήμεθα·
κανὼν γάρ ἐστι διατετυπωμένος ἀριδήλως Τεσσαρα-
πκοστὴν νηστεύειν νομοτεθῶν αἱ δὲ τοῦ ἐνιαυτοῦ δε-
κάδες d, οὐ τεσσαράκοντα. Πῶς οὗν οἱ πέντε τῆς
ἐβδομάδος νηστεύοντες, τὸν ἀριθμὸν περανοῦμεν τῶν
Sabbatis, numerum triginta quinque dierum emn-
lare, quibus adjecto Sabbato sancto, et media
parte lllustris illius splendidissimæque noctis (Re-
surrectionis scil.) trgpmta sex cum dimidio compu-
tari dies, quæ decima pars sit trecentorum sexa-
ginta quinque dierum anni, ut quadragesimati jeju-
nio decimatio totius anni lDeo vcluti pesolvatur
per pœnitentiam. lorebat Doratheus circa sæculi
v finem Τiberio, Mauritio, Phoca et leraclio
impp. Ε Græcis recentioribus Christophorus Ange-
lus idem tradit.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.