PG 96, col. 1108

λήνην καὶ τὰ λοιπά, ἐθαύμασα τὴν διακόσμησιν τού-
των. Ίδὼν δὲ τὸν κόσμον καὶ τὰ ὲν αὐτῷ πάντα, ὅτι
κατά ἀνάγκην κινεῖται, συνῆκα τὸν κινοῦντα καὶ
διακρατοῦντα εἶναι Θεόν ο πᾶν γὰρ τὸ κινοῦν ισχυ-
ρότερον τοῦ κινουμένου, καὶ τὸ διακρατοῦν ἰσχυρός
τερον τοῦ διακρατουμένου ἐστίν. Αὐτὸν οὗν λέγω
εἶναι Θεὸν τὸν συστησάμενον τὰ πάντα καὶ διακρα-
τοῦντα, ἄναρχον καὶ ἀΐδιον, ἀθάνατον καὶ ἀπροσ-
δεῆ (δι), ἀνώτερον πάντων τῶν παθῶν καὶ ἔλαττων
μάτων, ὀργῆς τε καὶ λήθης καὶ ἀγνοίας καὶτῶν λοι-
πῶν. Δι’ αὐτοῦ δὲ τὰ πάντα συνέστηκεν. Οὐ χρῄζει
θυσίας καὶ σπονδῆς, οὐδὲ πάντων τῶν φαινομένων ο
πάντες δὲ αὐτοῦ χρῄζουσι.
ΚΕΦ. KZ'. Τούτων οὕτως εἰρημένων περὶ Θεοῦ.
καθὼς ἐμὲ ἐχώρησε περὶ αὑτοῦ λέγειν, ἔλθωμεν καὶ
ἐπὶ τὸ ἀνθρώπινον γένος, ὅπως ἴδωμεν τίνες αὐτῶν
μετέχουσι 240 τῆς ἀληθείας καὶ τίνες τῆς πλάνης.
Φανερὸν γάρ ἐστιν ἡμῖν, ὦ βασιλεῦ, ὅτι τρία γένη
εἰσὶν ἀνθρώπων ὲν τῷδε τῷ κόσμῳ· ὧν είσιν oi τῶν
παρ’ ὑμῶν λεγομένων θεῶν προσκυνηταὶ, καὶ ’1ου-
δαῖοι, καὶ Χριστιανοίο αὐτοὶ δὲ πάλιν, oi τοὺς πολ-
λοὺς σεϐόμενοι θεοὺς, είς τρία διαιροῦνται γένη,
Χαλδαίους τε καὶ Ἕλληνας καί. Αἰγυπτίους· οῦτοι
γὰρ γεγόνασιν ἀρχηγοὶ καὶ διδάσκαλοι τοῖς λοιποῖς
ἔθνεσι τῆς τῶν πολυωνύμων θεῶν λατρείας καὶ
προσκυνήσεως. ’Ἱδωμεν οῦν τίνες τούτων μετέχουσι
τῆς ἀληθείας καὶ τίνες τῆς πλάνης. Oi μὲν γὰρ Xal-
δαῖοι, οἱ μὴ εἰδότες Θεὸν, ἐπλανήθησαν ὀπίσω τῶν
στοιχείων καὶ ἤρξαντο σέϐεσθαι τὴν κτίσιν παρά
τὸν Κτίσαντα αὐτούς (55)· ὧν καὶ μορφώματά τινα
ποιήσαντες ὠνόμασαν ὲκτυπώματα τοῦ οὐρανοῦ καὶ
τῆς γῆς καὶ τῆς θαλάσσης, ἡλίου τε καὶ σελήνης,
καὶ τῶν λοιπῶν στοιχείων ἦ φωστήρων, καὶ, συτο
κλείσαντες ναοῖς, προσκυνοῦσι θεοὺς καλοῦντες, οὓς
καὶ τηροῦσιν ἀσφαλῶς ἵνα μὴ κλαπῶσιν ὑπὸ λῃ·
στῶν (56). Καὶ οὐ συνῆκαν ὅτι πᾶν τὸ τηροῦν μεῖο
ζον τοῦ τηρουμένου ἐστὶ, καὶ ὁ ποιῶν μείζων ἐστὶ
τοῦ ποιουμένου⁶ εί γὰρ ἀδυνατοῦσιν οί θεοὶ αὐτῶν
περὶ τῆς ἰδίας σωτηρίας, πῶς ἄλλοις σωτηρίαν χα-
ρίσονται; Πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἱ Xa).-
δαῖοι, σεϐόμενοι ἀγάλματα νεκρά καὶ ἀνωφελῆ.
Καὶ θαυμάζειν μοι ἐπέρχεται, ὦ βασιλεῦ, πῶς oi
λεγόμενοι φιλόσοφοι αὐτῶν οὺδόλως συνῆκαν ὅτι καὶ
αὐτὰ τὰ στοιχεῖα φθαρτά ἐστιν. ΕΞ δὲ τὰ στοιχεῖα
φθαρτά ἐστι καὶ ὑποτασσόμενα κατά ἀνάγκην, πῶς
εἰσι θεοί; 241 εί δὲ τὰ στοιχεῖα οὐκ είσὶ θεοὶ,
πῶς τὰ ἀγάλματα, ἀ γέγονεν είς τιμὴν αὐτῶν, θεοὶ
ὑπάρχουσιν ;
wogPlutarclms Arist. et Cat. Compar.) : ’ᾼπροστ
t. Χ, p. 162, οι quas apposui supra t. l, p. 197, ad

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.