PG 96, col. 1361

ρίου ἀναστάσεως , μέχρι τῆς παρούσης ἰνδικτιῶνος
ὀγδόης, ἐτη ἑπτακόσια με’ λέγουσιν εῖναι, καὶ ἔκτοτε
καὶ ἕως μέχρι καὶ νῦν αἰ σεϐάσμιαι εἰκόνες ἦσαν
καὶ εἰσὶν ὑπὸ τῶν πιστῶν, ὡς προείπομεν, προσκυ-
νούμεναι ο ἐδείξατε ὅτι τὰ ἑπτακόσια ταῦτα ἔτη ή
καθολικὴ καὶ ἁποστολικὴ Ἐκκλησία, καὶ oi διδά-
σκαλοι καὶ oi ποιμένες αὐτῆς ἐπλανῶντο, καὶ ὑμῖν
τοῖς νεοκή ρυξιν ἀπεκαλύφθη ἡ ἀλήθεια τῆς πίστεως ;
Ἐξ ὅτου γάρ τὴν ἔρευναν ταύτην ἤρξατε ποιῆσαι,
εἰσὶν ἐτη πλεῖον ἢ ἐλάσσον με’. ’Δπδ γὰρ ὲννάτης
ἐπινεμήσεως ἤρξατε τῇ ἀληθείᾳ ἀντιπίπτειν καὶ
ὲρευνᾷν τὸ πῶς διαστρέψετε τὰ ἁδιάστροφα. Ἐπειο-
δὴ ἐπὶ τὴν πέτραν τῆς ’ἀληθείας ᾠκοδόμησαν οἰ
ἆγιοι ἡμῶν Πατέρες, καί πύλαι ᾅδου οὐ κατισχύ-
σουσιν αὐτῆς , ἅπερ εἰσὶ τά ἄδικα καὶ πονηρὰ τῶν
αἰρετικῶν στόματα. Ἠπιοτήσατε τοῖς πατράσι καὶ
τῷ βαπτίσματι, δ παρ’ αὐτῶν εἰλήφατε, καὶ οὐκ
ἐδέξασθεαύτῶν τὴν πίστιν καὶ τοὺς λόγους. Ἐδεί-
ξατε τρανῶς τίνων μαθηταί ἐστε καὶ διάδοχοι. Ὠς
γὰρ ή ἄνοια ὑμῶν πρόδηλος γενησομένη ἐφάνη, ὄτι
ἐκείνων ἐστὲ μαθηταὶ, τῶν κραξάντων σὺν ’Δννᾳ
καὶ Καῖάφᾳ πρὸς Πιλᾶτον, λέγουσιν · Ἡμεῖς βασι-
ua οὐκ ἔχομεν ει μὴ Καίσαρα. εί καὶ προϐάτου
δορὰν ὲπέχετε καὶ ποιμένος στολὴν ἀμφιέννυσθε.
-Ὦς γάρ ἐκεῖνοι τὸν Σωτῆρα ἠρνήσαντο κατὰ πρόσ⁹
ωπον Πιλάτου, καὶ τοῦτον σταυρῷ προσπήξαντες
ἀνήλωσαν αὐτὸς δὲ τῇ θεῖκῇ αὐτοῦ δυνάμει ἀνέστη.
καὶ. ἀνῆλθεν ὲν τοῖς ὑψίστοις, καὶ ἐκάθησεν ιν δεξιᾷ C
τῆς μεγαλωσύνης τοῦ Θεοῦ καὶ Πατρός· Ὃ γὰρ
ἔπαθεν ὑπὲρ ἡμῶν σαρκὶ, ἔπαθεν ἐφάπαξ, θάνα-
τος αὐτοῦ οὐκέτι κυριεύει, κᾶν ὑμεῖς φιλοπόλεμοι
ὄντες πρὸς ἡμᾶς φιλονεικεῖτε ο ὡσαύτως καὶ ὑμεῖς,
ὲν τῷ τὸν Σωτῆρα μὴ ἰσχύοντες ὲκ δευτέρου σταυρῶ-
σαι, εἰς τοὺς τῆς ὲνσὰρκου οἰκονομίας αὐτοῦ χαραι
κτῆρας καί τὰς ὑπομνήσεις, σὺν τῇ κατὰ σάρκα
αὑτοῦ μητρὶ, καὶ τοῖς ἁγίοις αὑτοῦ μαθηταῖς καὶ
ἀποστόλοις πᾶσαν τὴν κακίαν ὑμῶν προδήλως ἐδεί-
ξατε. Καὶ γὰρ ὲν πυρὶ καὶ ἐν μυρίαις μηχαναῖς
ἐχρήσασθε κατὰ τῶν ἁγίων εἰκόνων, νομίζοντες τὴν
μνήμην αὐτῶν τελέως άπαλειφῆναι, κατὰ τῶν χαραο
κτήρων τῆς χρωματουργίας αὐτῶν ἀναμνήσεως μαι-
νόμενοι. Ἀλλ’ ὅμως καὶταῦτα πράττοντες,καθ⁹ ὑμῶν
αὐτῶν ἁκονᾶτε τὸ ξίφος τῆς δικαιοκρισίας τοῦ Θεοῦ,
καὶ πολλῆς μακροθυμίας καὶ ἁγαθότητος. Διὸ παρα-
καλῶ ὑμᾶς άπορρἰαι τήν κενὴν διδασκαλίαν ὑμῶν,
καὶ μέμψασθε ἑαυτοῖς καλῶς, ἐφ’ οἷς διεπράξασθε
κακῶς. ’Δνορθὼσατε τὰ παρειμένα γόνατα τῆς ψυ-
χῆς, καὶ τραχείας ὀρθὰς ποιήσατε’ καὶτὰς ἁγίας
φωνὰς τῶν Πατέρων σὺν ήμῖν ταῖς ἁγίαις εἰκόσι τὸ ι
σίδας ἀναπέμψατε, ὅπως κοινῇ τῇ φωνῇ δόξαν ἀνα·
πέμψωμεν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ τῷ Υἰῷ
τοῦ Θεοῦ, σὺν τῷ ἁνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ζωο-
ποιῷ αὐτοῦ Πνεύματι,νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
υ Matth. 1m, 18.
ο Joan. xu, l5. P ι Ρεὶιδ tv, 1. sitom. vr, 9.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.