PG 96, col. 843

ταῖς ἀνω δυνάμεσι μετὰ σαρκὸς ἐπεδήμησας.
Ἀγγέλων αἰ δυνάμεις αἰρόμενόν σε ἰδοῦσαι, τὰς
πύλας.ξέκραύγαζον. Τῷ βασιλεῖ ἡμῶν ἄρατε.
Ἐκύκλωσέ με ἄϐυσσος, ταφή μοι τὸ κῆτος ἐγέ-
νετο, ἐγὼ δὲ ἐϐόησα πρὸς σε τὸν φιλάνθρωπον, καὶ
ἔσωσέ με ἡ δεξιά σου, Κύριε.
Ἐσκίρτησαν ἀπόστολοι, ὁρῶντες μετάρσιον σή-
μερον τὸν κτίστην φερόμενον, ἐλπίδι τοῦ πνεύματος
καὶ φόϐῳ ἔκραζονο Δόξα τῇ ἀνόδῳ σου.
Ἐπέστησαν οἱ ἄγγελοι βοῶντες, Χριστέ, τοῖς μα-
θηταῖς σου· Ὃν τρόπον κατίδετε Χριστὸνμέωυψού μενον,
οὕτω σαρκί ἐλεύσεται δίκαιος ὁ πάντων κριτής.
Ὧς εἶδόν σε, Σωτὴρ ἡμῶν, αἰ ἀνωδυνάμεις ἐν ὑψί-
στοις αἰρόμενον σύσσωμον, ἐν φόϐῳ ἐκραύγαζον·
Μεγάλη, Δέσποτα, ἡ φιλανθρωπία σου.
'0 ἐν καμίνῳ πυρὸς τοὺς ὑμνολόγους σώσας παῖ-
δας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Ἐπὶ τῶν ὤμων, Χριστέ, τὴν πλανηθεῖσαν ἄρας
φύσιν, ἀναληφθεὶς τῷ Θεῷ καὶ Πατρί προσήγαγες.
'O ἐν νεφέλῃ φωτὸς ἀναληφθεὶς, καὶ σώσας κόο
σμον· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
'0 ἀνελθὼν ἀπὸ γῆς πρὸς τὸν ἀσώματον Πατέραο
Εὐλογητὸς ὁ βεὸς ὁ τῶν πατέρων ἡμῶν.
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων γεννηθέντα Υἰὸν καὶ
Θεὸν, καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων σαρκωθέντα, ἐκ
Παρθένου μητρὸς ἱερεῖς ὑμνεῖτεο Λαὸς, ὑπερυψοῦτε
εἰς πάντας τοὺς αἰῶνας.
Τὸν ἐν δυσί ταῖς οὐσίαις ἀναπτάντα ζωοδότην Χρι-
στὸν εἰς οὐρανοὺς μετά δόξης, καὶ Πατρὶ συγκαθε-
ζόμενον, ἰερεῖςὺμνεῖτε· Λαὸς, ὑπερυψοῦτε εἰς πάντας
τοὺς αἰῶνας.
Τὸν ἐκ δουλείας τὴν κτίσιν τῶν εἰδώλων λυτρωσάο·
μενον, καί⁵ παραστήσαντα ταύτην ἐλευθέραν τῷ ἰδίῳ
Πατρὶ, ἱερεῖς ὑμνεῖτεο Λαὸς, ὑπερυψοῦτε εἰς πάντας
τοὺς αἰῶνας.
Τὸν τῇ αὑτοῦ καταϐάσει καθελόντα τὸν ἀντίπαλον
καὶ τῇ αὑτοῦ ἀναϐάσει ἀνυψώσαντα τὸν ἄνθρωπον,
ἱερεῖς, ὑμνεῖτε· Λαὸς, ὑπερυψοῦτε εἰς πάντας τοὺς
αἰῶνας.
Σὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν
χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἰ πιστοὶ
ὁμοφρόνως μεγαλύνο μεν.
Σὲ τὸν λυτρωτὴν τοῦ κόσμου Χριστὸν τὸν Θεὸν οἰ
ἀπόστολοι βλέποντες ἐνθέως ὑψούμενον, μετὰ δέους
σκιρτῶντες, μεγαλύνομεν.
Σέ τὸν καταϐάντα ἕως ἐσχάτου τῆς γῆς, καὶ τὸν
ἄνθρωπον σώσαντα, καὶ τῇ ἀναϐάσει σου ἀνυψώ-
σαντα τοῦτον μεγαλύνομεν.
Χαῖρε, Θεοτόκε, μῆτερ Χριστοῦ τοῦ Θεοῦ· ὃν γὰρ
ἑκῦησας σήμερον ἐκ γῆς ἁνιπτάμενον, σὺν ἀγγέλοις
ὁρῶσα ἐμεγάλυνας.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.