PG 98, col. 769

νη τῇ βουλῇ τὺ Ποιήσαντος, καὶ μηδαμόθενἔχουσα
τὸ προσάπτον· ἀλλὰ πανταχόθεν τῶν οὐρανίων δια-
στημάτων ἐξ ἴσου σαφῶς ἀφισταμένη, καὶ τὴν ὡρι-
σμένηνἀποπληροῦσα θητείαν. Ἀλλʼ ἴδε καὶ τὸν ἤλιον,
ἄνθρωπε, συνεχῶς ἀνατέλλοντα καὶ πάλιν δύνοντα,
καὶ πρὸς τὸν ʼτόπον αὐτοῦ, τουτέστι πρὸς ἐαυτὸν,
ἕλκοντα πάσας τὰς ὄψεις τῶν κατοικούντων τὴν γῆν.
Ὁπου γὰρ ὁ ἦλιος ὑπάρχων εὐρεθῇ. κᾶν τε κατὰ
ἀνατολὰς, κᾶν τε κατὰ δυσμὰς, ἐκεῖ καὶ τὰς ἰδίας
αἴγλας καὶ λάμψεις ἐπιφερόμενος εὕρηται, πρὸς
ὲς ἐφέλκονται καὶ τῶν ζώων πάντων αἱ ὄψεις ἐρα-
σμίωςἔχουσαι πρὸς τὸ φῶς αὐτῶν· οὐδὲ γὰρ ὁ ἤλιος
τὴν περιφάνειαν καὶ τὴν δόξαν τῆς ὑπὲρ γῆν λάμ-
ψεως ἀεὶ φιλονεικῶν ἔχειν, οὕτε τὰς ὑπὸ γῆν κατα-
δύσεις αὐτοῦ καὶ τῶν ἰδίων ἀκτίνων ποτὲ παραιτού-
μενος καὶ διαναβαλλόμενος, διὰ τὴν ἐντεῦθεν αὐτῷ
προσγινομένην ἀφάνειαν καὶ συχνὴν ἀδοξίαν, εἰς τὸ
καθʼ ἡμᾶς ἡμισφαίριον λάμπει· ἀλλὰ τοῦ Ποιητοῦ
τοῖς ὅροις πειθόμενος θητεύει τὴν τοσαύτην θητείαν
ὡς εὐγνώμων οἰκέτης. Σὺ δὲ καὶ τοὺς φυσικοὺς ὅρους
ἀμείψας (τὰ γὰρ ἄνω σε φρονεῖν καὶ ζητεῖν εἰτ-
ηγοῦνται; καὶ τὰ ἐν τῷ νοητῷ δηλαδὴ κόσμῳ φαντά-
ζεσθαι καὶ διώκειν διὰ τῶν νοητῶν δυνάμεων τῆς
νοερᾶς σου ψυχῆς), χείρων εὕρησαι καῖ τῆς γῆς καὶ
τοῦ ἤλιου τῶν ἀψύχων καὶ μηδεμίαν ἐχόντων λογι-
κότητος ἔμφασιν. Πῶς οὖν οὐ ματαιότης ματαιοτή-
των μετὰ τῶν μοχθηρῶν σου καὶ φαύλων ἐνθυμη-
μάτων καὶ λόγων καὶ πράξεων καὶ σὺ αὐτὸς νομι-
σθήσῃ; κατὰ ἀλήθειαν μὲν ἐκείνων ὄντων ματαιο-
τήτων,σοῦ δὲ ταῖςἐκείνων ἀνυπαρξίαις ἀπεικασμένου.
Διὰ τοῦτό φησιν Δαβὶδ ὁ προφήτης· « Ἀνθρωπος
ματαιότητι ὡμοιώθη· αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ
παράγουσι. » Παράδοξον τῷ ὄντι τὴν ἀκριβολογίαν
τῆς λέξεως περὶ τῆς ἀνθρώπου φύσεως ὁ προφητι-
κὸς ἐποιήσατολόγος. Καὶ γὰρ ἐπειδὴ τῶν παρὰ Θεοῦ
γεγονότων καὶ κατʼ οὐσίαν καὶ φυσικὴν τὴν ὕπαρξιν
λαβόντων οὐδὲν εὕρηται γεγονὸς μάτην· καὶ τούτου
χάριν οὐδὲ ματαιότης ὡνόμασται κατὰτὸ ἀκόλουθον·
διὰ τοῦτο καὶ τὸν ἄνθρωπον οὐχὶ ματαιότητα προσ-
ηγόρευσεν· ἀλλὰ ματαιότητι προσηκόντως ἀπείκασε
διιὰ τὰς κατὰ συμβεβηκὸς αὐτῷ προσπαρεισκεκρι-
μένας ἔξωθεν, καὶ συμπαρυφισταμένας πρὸς βραχὺ
πονηρὰς πράξεις ἐξ ἀβουλίας. Ὁ γὰρ μηδαμῶς
τοὺς φυσικοὺς ὅρους ἀλωβήτους φυλάξας, ἀλλʼ ἐξ-
εστηκὼς τούτων πάντη, καὶ παρατραπεὶς ὅλως εἰς
τὰς παρὰ φύσιν ἐνεργείας καὶ πονηροπραξίας, μα-
ταιότης μὲν οὐκ ὀνομασθήσεται κατὰ τὸν ποιητικὸν
σκοπὸν τοῦ διαπλάσαντος αὐτὸν καὶ δημιουργήσαντος
καὶ τὴν κατʼ οὐσίαν καὶ φυσικὴν ὕπαρξιν ἐξεταζόμε-
νος καὶ κρινόμενος. Διὰ δὲ τὸ μηδὲν ἔχειν παρεπό-
μενον ταῖς φυσικαῖς καταστάσεσι καὶ τῇ βουλῇ
τοῦ Ποιήσαντος ἔργον σύμφωνον καὶ κατάλληλον,
ὀμοιοῦσθαι λέγεται δικαίως τῇ ματαιότητι, οὐχ ὡς
γεγονὼς μάτην, ἀλλʼ ὡς ζήσας ματαίως, καὶ μη-
δεμίαν ἀγαθῆς μνήμης ἔμφασιν τῷ βίῳ καταλιπών·
ε Μνήμη γὰρ δικαίου μετʼ ἐγκωμίων, » φησί· καὶ
ματαιότητι, nempe vapori.
(38) Proν. α, 7. Apud tXXX Icgimus ἴνήμη δικαίων μετʼ ἐγκωμίων.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.