PG 99, col. 884

II". -
Τοῦ ὀσίουᾘατρὸςλὴμῶν καὶ ὁμολογητοῦ Θειδώυ
ρὲἔ κατήιησις ἐπιτάφιος ειξ τὴύ ’ἑαυτοῦ μη-
τ α.
τερα
α’. Ἦνεγκεν ὁ καιρὸς, ὧ τέκνα καὶ ἀδελφοὶ, ἀγ-
γελίαν ὑμῖν ἀναγγεῖλαι ἀπροσδόκητον, ἥτις ἐστὶν ὀ
θάνατος τῆς ἀοιδίμου ἀδελφῆς τοῦ κοινοῦ Harpe;
ἡμῶν (1)· αὕτη γὰρ τῇ ὡρισμένῃ βουλῇ τοῦ ζωο-
πλάστου Θεοῦ λειτουργήσασα τῷ παρόντι βίῳ, μετα-
κεχώρηκεν είς τὰ ὑπερκόσμια · οὐ λύπην ἡμῖν κατα-
λιποῦσα ἀλόγιστον , ὡς ἄν τις οἰηθείη , ἀλλὰ χαρὰν
ὲμποιήσασα, διὰ τῆς εὺελπίστου αὐτῆς μεταϐάσεως.
Θέλετε γὰρ διηγήσωμαι ὑμῖν ὥσπερ καὶ τοῖς ἐνταῦθα
(ἐπειδὴ καιρὸς οὑ τοῦ σιγᾷν, ἀλλὰ τοῦ λαλεῖν, κατὰ
τὴν κελεύουσαν ἐντολήν· Μὴ ἐπαινέσῃς ἄνδρα ἕως
Β τῆς ἐξόδου αὐτοῦ) ὅσα ἐποίησεν ἡ μακαρία ἐκείνη
ἐτι ὲν σαρκὶ οὖσα καλά τε καὶ ὅσια , καὶ τῆς τῶν
οὐρανῶν βασιλείας ὲπάξιας θέτε δὴ οὖν τὰς ἀκοὰς
ὑμῶν, τέκνα μου, κάγὼ ὑφηγήσομαι ὑμῖν, ἔξω τοῦ
ψεύδους παντελῶς φερόμενος, καὶ γενήσεται ὑμῖν ἡ
περὶ ταύτης ἀπαγγελία, ἀντὶ κατηχήσεως (2) οὐκ
ἀνόνητος, ὡς οἶμαι, ἀλλὰ καὶ μάλα ὠφέλιμος.
β’. Ἐκ γονέων μὲν ἧρχθαι αὐτῆς ντὴν ἀρετὴν,
ὥσπερ καὶ τὸν βίον, οὐκ ἔχω λέγειν · ἐπεὶ μηδὲ τὰ
πρὸ ἐμοῦ. ἀλλὰ τὰ μετ’ ἐμὲ προῆγμαι συγγράφειν -
καὶ ἐξότε πεῖραν εἰληφυῖα ἦν τῆς διαγνώσεως τοῦ
καλοῦ καὶ μὴ οὕτως ἔχοντος. Ἵνα οὖν τὰ τῆς πρώτης
καὶ δευτέρας μεθηλικιώσεως παρῶμεν, ἀπὸ τοῦ
καιροῦ τῆς συμσιώσεως ἀρξώμεθα τῆς διηγήσεως·
καὶ εἰ μὴ οἰκείως ἡμῖν ἔχει ὸ κοσμικὰς βίος τῆς καλ-
λιμήτορος , ὅμως ἐκ τῆς ἀρχῆς τὸ τέλος κατίδωμεν,
ἀναγκαίως τοῦτον προσθήσομαι. Ἐκείνης τοίνυν
πρῶτον κατύρθωμα, τὸ τὸν Θεὸν σεὸασθῆναι καὶ
ἀγαπῆσαι ἐξ ὁλοκλήρου· ὥστε εὶ συνήφθη ἀνδρὶ,
ἀλλ’ ὃλην ἑαυτὴν ἐϐιάζετο τῆς κρείττονος μοίρας
γενέσθαι · διὰ τοῦτο γεννήσασα ἡμᾶς πρώτως , οὐκ
εἷπε τὸ ταῖς ἄλλαις γυναιξὶν, οἶα ἐκεῖναι ἐπὶ τοῖς
νεογόνοις εἰώθασι κατὰ δαιμονικὴν κίνησιν κεχρῆ-
(2) Cateeltesim proprie appellat hanc oralionem
etiam biographus noster loc. cit.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.