PL 77, col. 255

Dialogi (Gregorius I), J. P. Migne

λέγομεν, ὅτι τῇ αἰτήσει αὐτοῦ, τοσοῦτον γέγονεν
πλησίον ὁ παντοδύναμος Θεός
ΓΡΗΓΟΡ, Παρὰ τῷ παντοδυνάμῳ Θεῷ, τῷ μόνῳ, καθαρῷ,
καὶ ἀκάκῳ κατὰ τὴν αὐτοῦ φύσιν, πολλὰ, Πέτρε,
καὶ ἡ τῆς ἀνθρωπίνης καρδίας καθαρότης καὶ ἀκακία δύναται.
Οἱ γὰρ αὐτοῦ θεράποντες, ἐκ τῶν γηΐνων πράξεων
ὄντες κεχωρισμένοι, ἀργόν τι λέγειν οὐκ οἴδασιν·
οὐδὲ γὰρ τὸν ἑαυτῶν νοῦν διὰ ῥημάτων σκορπισθῆναι,
ἢ μολυνθῆναι συγχωροῦσιν. Ὅθεν λοιπὸν παρὰ τοῦ ἑαυτῶν
ἀρχηγοῦ τὴν ὑπακοὴν ὑπὲρ τοὺς ἄλλους εὑρίσκουσι,
διὰ τὸ σπεύδειν κατὰ τὸ δυνατὸν αὐτοῖς ἐν τῇ καθαρότητι
καὶ ἀκακίᾳ αὐτῷ ἐξομοιοῦσθαι. Ἡμεῖς δὲ ταῖς τοῦ λαοῦ
ταραχαῖς μεμιγμένοι. ἐν τῷ συχνοτέρως ἀργοὺς λόγους,
πολλάκις δὲ καὶ βλαβεροὺς λαλεῖν ἡμᾶς, τοσοῦτον τὸ
στόμα ἡμῶν τοῦ παντοδυνάμου Θεοῦ μακρύνεται, ὅσον

τῷ κόσμῳ τούτῳ πλησιάζει. Πολὺ τοίνυν ἐπὶ τὰ κάτω
ἀπαγόμεθα, ἐν τῷ τῇ συντυχίᾳ εὐκόλως ἡμᾶς τοῖς κοσμικοῖς
συγγίνεσθαι. Ὅπερ καλῶς καὶ ὁ Ἡσαΐας, μετὰ
τὸ ἑωρακέναι αὐτὸν τὸν βασιλέα κύριον Σαβαὼθ, ἑαυτὸν ἐταλάνισε, λέγων· Ὦ τάλας ἐγὼ, ὅτι κατανένυγμαι,
ὅτι ἀκάθαρτος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων· φανεροποίησας
διατί ἀκάθαρτα χείλη ἔσχεν, ἐν τῷ προσθῆναι,
Ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ κατοικῶ. Τὴν
μὲν οὖν ἀκαθαρσίαν τῶν ἑαυτοῦ χειλέων, ἣν ἔσχεν,
ἤλγησε. Πόθεν δέ ταύτην ἐπεσπάσατο, ἐδηλοποίησεν ἐν 314
τῷ μεμαρτυρηκέναι αὐτὸν ἐν μέσῳ λαοῦ ἀκάθαρτα
χειλη ἔχοντος κατοικεῖν. Ἀμήχανον γάρ ἐστιν ἐκ τῆς τῶν
κοσμικῶν γλώσσης τὸν νοῦν μὴ ῥυπωθῆναι, ἐν ὅσῳ ἐν συντυχίαις
τισὶν ὁλικῶς αὐτοῖς συγκαταβαίνομεν, κατ' ὀλίγον
δὲ ἐθίσαντες αὐτοῖς συντυγχάνειν, συντυχίαν τὴν ἡμῖν οὐχ

ἁρμόζουσαν, καὶ ἡδέως ταύτην κρατοῦντες, οὐκ ἔτι λοιπὸν
οὐδὲ ἐπιστρέφειν ἐξ αὐτῆς ἡμᾶς θέλειν. Ἐκ συγκαταβάσεως
δέ ἐν τῇ ἀρχῇ ἐπὶ ταύτην ἐλθόντες, λοιπὸν τῷ
ἔθει καὶ βιαίως ἡμῖν περιγίνεται. Ὅθεν καὶ συμβαίνει ἐκ
τῶν ἀργῶν εἰς τὰ βλαβερὰ, καὶ ἐκ τῶν ἐλαφρῶν εἰς τὰ
βαρεῖα ῥήματα ἡμᾶς καταντῆσαι. Καὶ λοιπὸν τὸ στόμα
ἡμῶν παρὰ τῷ παντοδυνάμῳ Θεῷ τοσοῦτον παρεισακούεται
ἐν τῇ αἰτήσει, ὅσον ἐπὶ πλεῖον μολύνεται τῇ ματαίᾳ
συντυχίᾳ, καθάπερ καὶ γέγραπται, ὅτι ὁ ἀποστρέφων
τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι νόμον, ἡ εὐχὴ
αὐτοῦ ἀπόβλητος ἔσται. Τί δὲ θαυμαστόν, ἐὰν αἰτοῦντές
τι παρὰ κυρίου, βραδὺ ὑπακουόμεθα, οἵτινες ὑπ' αὐτοῦ

κελευόμεθα, ἢ βραδέως, ἢ παντελῶς αὐτοῦ οὐχ ὑπακούομεν; Οὐκ ἔστιν οὖν θαυμαστὸν, εἰ καὶ ὁ Φλορέντιος ἐν
τῇ εὐχῇ αὐτοῦ τάχιον ὑπηκούσθη, ὅστις ἐν τάχει τῶν τοῦ κυρίου ὑπήκουσε προσταγμάτων.
ΠΕΤΡ. Οὐδέν ἐστι λοιπὸν, ὅπερ ἀποκριθῆναι δύναμαι,
ἀνεῳγμένης λοιπὸν σαφῶς τῆς ἀπολογίας.
ΓΡΗΓΟΡ. Εὐτύχιος δὲ ὁ τοῦ προλεχθέντος Φλορεντίου
ἐν τῇ τοῦ κυρίου ὁδῷ γεγονὼς συνοδοιπόρος, μᾶλλον
μετὰ θάνατον ἐλαμπρύνθη τῇ τῶν σημείων δυνάμει. Οἱ
γὰρ τῆς πόλεως ἐκείνης πολῖται, πολλὰ θαυμάσια περὶ
αὐτοῦ διηγούμενοι, τοῦτο πρῶτον ἔλεγον, ὅπερ καὶ μέχρι
τῶν χρόνων τῶν Λογγοβάρδων ἔφθασεν. Διὰ γὰρ τοῦ
ἐνδύματος αὐτοῦ, ὁ παντοδύναμος Θεὸς συχνοτέρως

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.