PL 87, col. 106

Epistola (Maurus Ravennatensis), J. P. Migne

ἀποστολικὴν ἁγιωσύνην. Περὶ γὰρ τῶν προκειμένων, ἤτοι τῶν
προτεθέντων κατὰ τῶν θεσπισμάτων τῶν ὀρθοδόξων πατρῶν,
οὐκ ἄλλως φρονῶ, εἰ μὴ καθὼς ἡ ἁγία ὑμῶν ἀποστολικὴ
διδασκαλία φρονεῖ. Κατέχειν γὰρ ὁμολογῶ ὡς ἡ ὀρθόδοξος
Ἐκκλησία κατέχει, πᾶσαν καινοτομίαν ἐξωθούμενός τε καὶ
διαῤῥίπτων, ὥστε μὴ μόνον τὴν ὑπὸ Πύῤῥου, τοῦ γενομένου
Κωνσταντινουπόλεως ἐπισκόπου, διεκδικουμένην ἔκθεσιν
ἀποβάλλεσθαι, τὴν ἐκ τῶν τειχῶν τῆς ἐν Κωνσταντινουπόλει
Ἐκκλησίας κατενεχθεῖσαν ὡς αἱρετικὴν, ἀλλὰ καὶ
πάντα τὰ πρὸς ἐκδίκησιν αὐτῆς νεωστὶ συγγραφέντα διαπτύειν
μετὰ ἀναθέματος, οὐδαμῶς αὐτὰ προσδεχόμενος,
ἢ συναινῶν αὐτοῖς παντελῶς. Δύο γὰρ ἐνεργείας, καὶ δύο
θελήματα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρεσβεύω,
Θεὸν καὶ ἄνθρωπον αὐτὸν ὄντα γινώσκων, καὶ ἐκ Πνεύματος
ἁγίου ἐν γαστρὶ τῆς Παρθένου συλληφθέντα, καὶ ἀσπόρως
ἐξ αὐτῆς γεννηθέντα. Δύο γὰρ φύσεις ἐν ἑνὶ καὶ τῷ

αὐτῷ προσώπῳ πιστεύομεν ἑκάτερα ἐνεργοῦντι, τάτε
τῆς θεότητος αὐτοῦ καὶ τὰ τῆς ἀνθρωπότητος. Ἄλλο τι
μὴ παραδεχόμενοι παρὰ τά ἐκ τῶν ἁγίων οἰκουμενικῶν
τεσσάρων συνόδων κηρυχθέντα, καὶ τῆς πέμπτης τῆς
ἐπὶ τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένης Ἰουστινιανοῦ.
Ἀλλὰ μόνην τὴν ἐκ τῶν ἁγίων πατρῶν παραδοθεῖσαν κατέχομεν
πίστιν, δι' ἦς τὸν άληθινὸν Θεὸν καὶ ἄνθρωπον
ἀληθινὸν, ὅλον ἐν τοῖς ἰδίοις, ὅλον ἐν τοῖς ἡμετέροις, ἐκήρυξαν
μετὰ πάσης ἀκλινοῦς ὁμολογίας σταθερῶς πιστεύομεν.
Οὗ χάριν, ὡς εἴρηται, τὴν τῆς παρούσης ἀπολογίας
ἀναφορὰν ἐσπούδασα καταπέμψαι διὰ τῶν συνδούλων μου
Μαύρου τοῦ Κεσίνης ἐπισκόπου, καὶ Δεουσδέδιτ τοῦ
πρεσβυτέρου, ὅπως τὸ ἐμὸν ἀναπληρώσωσι πρόσωπον,
καὶ πᾶν εἴτι κατὰ τῆς εἰρημένης ἐκθέσεως, ἢ καὶ καθ' ἑτέρων

συγγραμμάτων εἰς ἐκδίκησιν αὐτῆς νεωστὶ συνταγέντων
ψηφίσωνται, ταῦτα με ἀναμφιβόλως παραφυλάττειν. Ἡ ὑπογραφή· Εὔξασθε ὑπὲρ ἐμοῦ, κύριε ἁγιώτατε καὶ μακαριώτατε
καὶ τοῦ κόσμου παντὸς ἀποστολικὲ πάπα.

Text from the Corpus Corporum (University of Zurich).

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.