PL 96, col. 1235

Epistolae (Adrianus I), J. P. Migne

καὶ λεπτομερῶς τὸν λόγον φανερῶσαι. Ἐν τοῖς
συνοδικοῖς τῆς ὁμολογίας τῆς πίστεως ὑμῶν, τοῖς τῷ
ἀποστολικῷ ἡμῶν θρόνῳ σταλεῖσι διὰ Λέοντος τοῦ
εὐλαβεστάτου πρεσβυτέρου ὑμῶν, εὕρομεν ἐν αὐτοῖς
ἐν τῇ ἀρχῇ τοῦ πρώτου σελιδίου, τὴν ὑμετέραν εὐλάβειαν
ἐκ λαϊκῆς τάξεως καὶ βασιλικῆς ὑπηρεσίας
εἰς τὸν ἱερατικὸν βαθμὸν ἀνυψωθεῖσαν. Καὶ λίαν ἐντούτοις
ἡ ἡμετέρα ψυχὴ ἠγάσθη. Καὶ εἰ μὴ τὴν
ὑμετέραν εἰλικρινῆ καὶ ὀρθόδοξον πίστιν εἰς τὰ προειρημένα
συνοδικὰ τοῦ ἱεροῦ συμβόλου κατὰ τόν θεσμὸν
τῶν ἁγίων ἓξ οἰκουμενικῶν συνόδων, καὶ περὶ
τῶν σεπτῶν εἰκόνων εὕρομεν καλῶς ἔχουσαν, οὐδαμῶς
ἂν ἐτολμήσαμεν τῶν τοιούτων ὑπακοῦσαι συνοδικῶν.
Ἀλλ' ὅσον ἡ καρδία ἡμῶν ἐλυπεῖτο περὶ τῆς
ἀναρμόστου [L. ἀθεμίτου ὑμῶν χειρτονίας, καὶ τῆς

ἀναρμόστου, κ. τ. λ.] παλαιᾶς ἐξ ἡμῶν διαστάσεως,
τοσοῦτον εὑροῦσα τὴν ὑμετέραν ὁμολογίαν καὶ τὴν
ὀρθὴν πίστιν ηὐφράνθη ἡ ἡμετέρα ψυχή. Εὕρομεν δὲ
ἐν τῇ προειρημένῃ συνοδικῇ ἐπιστολῇ τῆς ὑμετέρας
ἁγιωσύνης, μετὰ τὸ πλήρωμα τῆς πίστεως καὶ τῆς
ὁμολογίας τοῦ ἱεροῦ συμβόλου, καὶ πασῶν τῶν ἁγίων
ἓξ συνόδων, καὶ περὶ τῶν ἱερῶν καὶ σεπτῶν χαρακτήρων
θαῦμα αἰνέσεως καὶ περιπτύξεως ἄξιον, περιέχον,
Ὅτι τὰ ὑπὸ τῆς αὐτῆς ἁγίας ἕκτης συνόδου
δέχομαι μετὰ πάντων τῶν ἐνθέσμως καὶ θειωδῶς ἐκφωνηθέντων
παρ' αὐτῆς [καὶ τὰς αὐτὰς ἁγίας ἓξ συνόδους
δέχομαι μετὰ πάντων τῶν κανόνων τῶν ἐνθ.
καὶ θείω. ἐκφ. παρ' αὐτῶν] κανόνων. Ἐν οἷς ἐμφέρεται
Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ
τοῦ προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς

τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν
διὰ τοῦ νόμου προϋποφαίνων ἀμνὸν Χριστὸν τὸν
Θεὸν ἡμῶν. Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς,
ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ
Ἐκκλησίᾳ παραδεδομένα [ἀλ. παραδεδομένους] κατασπαζόμενοι,
τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν,
ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. Ὡς ἂν οὖν
τὸ τέλειον, καὶ ἐν ταῖς χρωματουργίαις, ἐν ταῖς
ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν
ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν
κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν
ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι
ὁρίζομεν, δι' αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ
Θεοῦ Λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐν

σαρξὶ πολιτείας, τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου
θανάτου χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν
γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως. Ταύτῃ τῇ μαρτυρίᾳ
τῆς ὀρθοδόξου πίστεως τὴν τῶν πονηρῶν περιεργίαν
καὶ ἀδολεσχίαν τῶν αἱρετικῶν ἀφορίζουσα,
ἀπώσατο ἡ ὑμετέρα ἀδελφικὴ ἱερωσύνη, καθὼς καὶ ἡ
αὐτῶν πονηρὰ σπουδὴ παρ' ἡμῶν οὐκ ἐδέχθη, οὐδὲ
ὑπὸ τῆς θείας χάριτος, ἀλλ' ἀβέβαιος ἐλογίσθη ἐν
τοῖς τοιούτοις· περιεζωσμένη γὰρ τὴν ὀσφὺν τῆς διανοίας
ἡμῶν ὁμολογεῖ καὶ ἡ ἡμετέρα καθολικὴ καὶ ἀποστολικὴ
Ῥωμαϊκὴ Ἐκκλησία, ὁμονοοῦσα καὶ συμφωνοῦσα
ἐξ ἐναντίας τῆς τῶν αἱρετικῶν ἀννοίας, ὑφ' ὧν πολεμουμένη
καὶ συντιθεμένη πεφανέρωται. Ὅθεν ἐπεὶ τὰς
σεπτὰς εἰκόνας, τόν τε κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ καθ' ἡμᾶς καὶ

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.