PL 96, col. 395

Epistolae (Leo II), J. P. Migne

λόγος τῆς πίστεως ἀμφιστόμῳ παρείκασται διαιρῶν,
καὶ διακρίνων τὸν πιστὸν καὶ τὸν ἄπιστον· καὶ τὴν
μὲν πρὸς ἀσέβειαν διχοτομῶν συγγένειάν τε καὶ
σύμβασιν, τῷ Θεῷ δὲ προσοικειῶν καὶ συνάπτων
διὰ τῆς πρὸς αὐτὸν εἰρήνης, καὶ ἀγαπήσεως. Οὐδὲν
γὰρ τῆς πρὸς αὐτὸν ἀγάπης διὰ πίστεως προτιμότερον.
Οὐ πατὴρ, οὐ μήτηρ τὰς ὠδῖνας τοῖς τέκνοις
συναποτίκτουσα, οὐκ ἀδελφοὶ τῇ τῆς φύσεως ἀνάγκῃ
δεσμούμενοι, καὶ τὰς γνώμας λυόμενοι· οὐ νομικῆς
συζυγίας παχεῖά τε καὶ οὐκ ἀπαθεστάτῃ συνάφεια,
καὶ τῇ θατέρου λύσει τὴν σχέσιν συνδιαλύουσα· οὐδὲν
γὰρ τούτων ἡμᾶς θείας φύσεως μετόχους ἐργάζεται,
μόνη δὲ πίστις ἡ πρὸς Θεὸν καὶ ἀγάπησις·
ἐξ ὧν συμπλοκῆς ἀνεγεννήθημέν τε καὶ ἀνεπλάσθεμεν,
καὶ τῆς πρὸς τὸν Πλάστην οἰκειώσεως ἠξιώθημεν. Καὶ

γὰρ αὐτὸς ἔλεγεν ὁ Σωτήρ· « Ὁ φιλῶν πατέρα ἢ μητέρα
ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὃς οὐ λάμβάνει
τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου,
οὐκ ἔστι μου ἄξιος. » Εἴπερ οὖν οἱ τὴν εὐαγγελίκην
τρίβον ἰχνηλατεύειν προαιρούμενοι, καὶ τῆς ἀποστολικῆς
ἱεραρχίας τὸ ἀξίωμα κληρωσάμενοι πάντα περιφρονοῦσι,
καὶ πάσχουσι, καὶ τὸν ἔσχατον, εἰ τύχοι,
διὰ τὴν πρὸς Θεὸν φιλίαν φιλοῦσι κατακριθῆναι θάνατον,
τί οὐκ ἄν καὶ παθεῖν καὶ δρᾶσαι προθυμηθήσονται,
ὅτε τὴν πίστιν πολεμουμένην κατίδοιεν δι' ἧς
ἡ πρὸς Θεὸν φιλία πορίζεται· ὅτε Ἐκκλησίαν
πορθουμένην αἱρετικαῖς προσβολαῖς κατοπτεύουσιν;
ὅτε τὴν ἀλήθειαν τῷ ψεύδει βαλλομένην συναίσθονται,
ἆρα τὸ πολεμεῖν καὶ ἐκδικεῖν ἀφέντες τοῖς πολεμίοις
καταλλαγήσονται, καὶ τῆς εὐαγγελικῆς ἐντολῆς ἐπιλήσονται;

καὶ πῶς ἀνεύθυνον τοῦτο καὶ ἀτιμώρητον;
Οὐδαμῶς· οὐκοῦν ἀναλαβόντες τὴν πανοπλίαν τοῦ
Πνεύματος τοῖς παραταξαμένοις ἀνθοπλίζονται. Τοῦτο
δὴ τοῦτο καὶ ὁ πανίερος ὑμῶν ἐπεδείξατο σύλλογος,
καὶ τῆς εὐσεβείας ὑπερεμάχησε, δι' ὧν τῷ κοινῷ
πατρὶ συνεμάχησε, καὶ τῆς αἱρετικῆς κατηνδραγάθησε
φάλαγγος· ἀλλὰ τῇ μνήμῃ τῶν λεχθησομένων
ὁ λόγος συστέλλεται, καὶ προσωτέρω βαίνειν ἀναχαιτίζεται.
Τραγῳδία γὰρ πενθικὴ τῶν ἐπιόντων ἡ
ἔκφρασις. Αἱρεσιάρχαι οἱ ἱεράρχαι γεγόνασι· καὶ ἀντὶ
μὲν εἰρήνης ἔριν τῷ λαῷ προσεφώνησαν· ἀντὶ δὲ
σίτου ζιζάνια ταῖς ἐκκλησιαστικαῖς ἀρούραις ἐνέσπειραν·
τὸν οἶνον ἔμιξαν ὕδατι· καὶ τὸν πλησίον ἐπότισαν
ἀνατροπὴν θολεράν· ὁ λύκος ὡς ἀμνὸς, καὶ ὡς

λύκος ὡ ἀμνὸς ὑπεκρίνετο· τὸ ψεῦδος ἀλήθεια, καὶ ἡ
ἀλήθεια ψεῦδος παρελογίζετο. Πέφυρται πάντα τῆς
Ἐκκλησίας τὰ πράγματα. Ἐπεὶ δὲ οὕτω ταῦτα διέκειτο,
καὶ τὴν εὐσὲβειαν ἡ ἀσέβεια κατεβόσκετο, πρὸς τὸ
μάλιστα πρέπον ἡμῖν εὐθυβοῆσαι προήχθημεν, καὶ
τῷ μόνῳ σοφῷ καὶ τῶν τοιούτων γνώστῃ Θεῷ τὸ
τῆς διανοίας ἀνετείνομεν ὄμμα· κἀκεῖθεν τῶν ἀπόρων
τὴν λύσιν συχναῖς προσευχαῖς ἐξητούμεθα. Διὸ τῷ
παρ' αὐτοῦ φωταγωγούμενοι πνεύματι, τοὺς τῆς Ἐκκλησίας
ὀφθαλμοὺς, τοὺς ἱερέας φαμὲν, πρὸς τὴν τῆς
ἀληθείας κατανόησιν συγκαλέσαι διέγνωμεν. Τοσοῦτον
γὰρ ὑπεραθλοῦμεν τῆς πίστεως, καὶ πρὸς τὴν εὐσέβειαν
συντεινόμεθα, καὶ τῆς ἐκκλησιαστικῆς ἐν πρώτοις
φροντίζομεν καταστάσεως, ὥστε καὶ πολεμικαῖς μερίμναις
περιστιχούμενοι, καὶ πολεμικοῖς βουλεύμασιν

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.