PL 96, col. 406

Epistolae (Leo II), J. P. Migne

τέλειον καὶ ἄνθρωπον τέλειον τόν αὐτὸν τοῦτον, σωζομένης
τῆς ἰδιότητος μιᾶς ἑκάστης τῶν ἐν αὐτῷ
συνελθουσῶν φύσεων· τὸν αὐτὸν τοῦτον τὰ θεῖα
ἐνεργοῦντα ὡς Θεὸν, καὶ τὰ ἀνθρώπινα ἀχωρίστως
ἐνεργοῦντα ὡς ἄνθρωπον χωρὶς μόνης ἁμαρτίας· καὶ
διὰ τοῦτο δύο φυσικὰ θελήματα, καὶ δύο φυσικὰς
ἐνεργείας ἐσχηκέναι ἀληθῶς ἐκήρυξε, δι' ὧν καὶ ἡ τῶν
φύσεων αὐτοῦ πρωτοτύπως ἀλήθεια ἀποδείκνυται·
πρὸς ἐπίγνωσιν δηλονότι τῆς διαφορᾶς ὧν εἰσι φύσεων,
ἐξ ὧν καὶ ἐν αἷς εἷς καὶ ὁ αὐτὸς Κύριος ἡμῶν
Ἰησοῦς Χριστὸς συνέστηκε· δι' ἅπερ ἀληθῶς ἔδειξε [L., πεῖρα ἔγνωμεν] ταύτην τὴν ἁγίαν καὶ ἀξιεπαίνετον
κεκηρυγμένην ἕκτην σύνοδον, ἥτις διὰ τῆς τοῦ Θεοῦ
εὐσπλαγχνίας τὴν ἀλήθειαν τῆς Χριστιανικωτάτης
πίστεως τοῖς πιστοῖς φανεροῖ, ἀπροσκόποις ποσὶ

κατακολουθήσασα τῷ τε ἀποστολικῷ κηρύγματι, καὶ
τοῖς ὅροις τῶν ἁγίων καὶ οἰκουμενικῶν πέντε συνόδων,
συναινοῦσαν ἐν ἅπασι, καὶ τοὺς αὐτῶν περιπτυσσομένην
κανόνας, καὶ μηδὲν προστιθεῖσαν ἡ
ὑπεξαίρουσαν παρὰ τὰ ὁρισθέντα τῇ ὀρθοδόξῳ πίστει,
ἀλλὰ τὴν βασιλικὴν καὶ εὐαγγελικὴν τρίβον ἐξ εὐθείας
βαδίζουσαν· καὶ ἐν αὐτοῖς, καὶ δι' αὐτῶν τὸ
σχῆμα τῶν ἱερῶν δογμάτων, καὶ ἡ διδασκαλία τῶν
τῆς καθολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἐκκρίτων πατέρων
ἐφυλάχθη, ἔτι δὲ καὶ ὁ κανονικὸς θεσμὸς τῶν
προκομισθεισῶν
[L., προεκομίσθη] πρὸς οἰκοδομὴν
πάντων. Αλλὰ καὶ τοῦτο ὑπάρχει ἀληθῶς ἄξιον καὶ
τῷ Θεῷ εὐάρεστον, ὅτι ἡ ἀλήθεια τοῦ ἀποστολικοῦ
κηρύγματος ἥτις τὴν αὐτοκρατορικὴν δυναστείαν κατακοσμεῖ
καὶ τὴν βασιλικὴν φιλανθρωπίαν φυλάττει,

κατὰ τὸ διάταγμα τῆς σεβασμιωτάτης εὐσεβείας ἐν
ὅλῳ τῷ κόσμῳ ἐπηύξησε, καὶ καθάπερ ἀκτὶς ἡλίου
τὰς πάντων περιεκάθαρε καρδίας· ὅπως πάλιν ἔνθεν
[L., ἐκεῖθεν] τὴν διδασκαλίαν πνευματικῶς τῆς εὐσεβείας
κομίσωνται, ὅθεν ἐπιγινώσκειν ὀφείλουσιν εὐμενῶς
αὐτοῖς παρασχεθεῖσαν τῆς δικαίας οἰκονομίας
τὴν κυβέρνησιν. Τοιγαροῦν συνοδικῇ ἀποφάσει, καὶ
ψήφῳ βασιλικοῦ διατάγματος, καθάπερ τῇ τοῦ πνεύματος
διστόμῳ ῥομφαία, ἅμα ταῖς παλαιαῖς αἱρέσεσι
καὶ ἡ πλάνη τῆς καινῆς φαυλότητος ἐξεκεντέθη, καὶ
οἱ ἀρχηγοὶ τοῦ ψεύδους σὺν τῇ ἑαυτῶν βλασφημίᾳ
ἐξωλίσθησαν· οἵτινες ἐπεχείρησαν στόματι ἱεροσύλῳ
ἐκτίθεσθαι ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῶν
καθ' ὑπόστασιν ἡνωμένων δύο φύσεων τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ ὧν καὶ ἐν αἷς ἀδιαιρέτως

καὶ ἀσυγχύτως συνέστηκε. Τοῦτον τοίνυν τῆς ὀρθῆς
καὶ ἀποστολικῆς παραδόσεως τὸν τύπον ὁ προηγησάμενός
με Ἀγάθων ὁ τῆς ἀποστολικῆς μνήμης πάπας
ἅμα τῇ τιμίᾳ συνόδῳ ἐκήρυξε· καὶ τοῦτον τοῖς
προλαβοῦσιν ἐγγράφοις ἐν τῷ τῆς τιμίας ἀναφορᾶς
παγηνῷ τῇ ὑμετέρᾳ εὐσεβείᾳ διὰ τῶν οἰκείων ληγαταρίων
ἀνέπεμψεν, ἀποδεικνύων καὶ ἐπικυρῶν ταῖς
τῶν ἁγίων καὶ ἐκκρίτων τῆς Ἐκκλησίας διδασκάλων
χρήσεσιν, ὅντινα ἐπὶ τοῦ παρόντος ἡ ἁγία καὶ μεγάλη
τοῦ Κυρίου σύνοδος ἡ διὰ τῆς ὑμετέρας γενομένη
συνόδου ἐδέξατο [L., ὅντινα ἐπὶ τ. π. ἡ ἁ. καὶ
μ. σύνοδος ἡ διὰ τοῦ Κυρίου, καὶ τῆς ὑμ. γεν.
σπουδῆς ἐδέξατο], καὶ ἐν ἅπασιν αὐτὸν σὺν ἡμῖν
περιεπτύξατο, ὡς τὴν εἰλικρινῆ διδασκαλίαν τοῦ μακαρίου

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.