PG 100, col. 1349

τος· εὐχῇ μὲν ἐπιτρέπων τὴν τῆς ἀπαιδίας λύσιν,
εὐφημίαν δὲ τῇ ὲπιτεύξει τῶν σῶν ἀντικαταλλαττό-
μενος ὀνειδῶν. Μικρὸν γὰρ ὕστερον ὄψει τὸ τῆς αύ-
τοῦ εὐπαιδίας μεγαλόδωρον κλέος · ὄψει τὸ ὲν παο
τράσι αὑτοῦ ύπτραιρόμενον καύχημα, τὴν εύκληρίαν
τῆς φύσεως· τὴν τῶν εὐχῶν καρποφορίαν, τὴν μορ.
φὴν [τεο. μορφῆς] τῆς ἀνθρωπότητος εὐλογίαν, τὸν
ἄφθονον πλοῦτον , τὴν ἀδιάδοχον εὐφροσύνην, καὶ
τῆς ὄντως θυμηδίας χορηγόν.
Οὕτω γοῦν δ δίκαιος μεγαλοφυῖξι γνώμης πρὸς
τοὺς ἐπιπλήττοντας διατεθεὶς, χαίρεινι τε πᾶσιν
ἐπειπὼν τοῖς παροῦσι, πρὸς τοὺς ὑπερφυεῖς ἀγῶνας,
καὶ τὴν ἐπίπονον ἐρημίαν ἀποδύεται, μήτε τῆς οἵ·-
καδε φροντίσας ὑποστροφῆς, μήτε τῶν κατ’ οῖκόν
τινι τά τοῦ σκοποῦ προδιαθέμενος· ὅπερ· ἀν τις
στοχαζόμενος διασκοπήσειεν, παράδοξόν τε ὁμοῦ. καὶ
τῶν τῆς φύσεως ύπερανεστηκὸς ἡττημάτων εὑρή-
σειεν. Τί γάρ ἄν τις [ῑσ., τοῦ] ἀποθαυμάζειν τὴν
φιλοθεῖαν αὐτοῦ, καὶ τῶν λοιπῶν ἀπραγμοσύνην
πρὸς αὐτὸν ἀποτείνοιτο; Τί τοῦτο, θαυμασιώτατε, τῶν
προγεγενημένων βουλεύῃ δικαίων; τί διανοούμενος
είς ἔργον ἐκφέρεις τό ’βούλημα; τί ἂν είη τὸ τὴν
οἰκείαν διαμερίσαν σχέσινς τί τὸ τὴν τῆς συνοίκου
καὶ κοινωνοῦ τοῦ βίον ,διατεμδν συνᾶφειαν ; Οὐχ ’ό
συνδήσας ταύτην, καθάπερ εἰς σάρκα μίαν, οὕτω καὶ
είς βουλὴν τὴν αὐτὴν συνήρμοσεν; οὐχ ὡς ἄλυτον
τὸν ei; αὐτὴν ἐχρῆν διατηρεῖν τῆς ἐνότητος δεσμὸν,
οῦτω καὶ τὸ ταυτὸν τῆς γνώμης ἀδιάσπαστον φυλάτ-
τεσθαι παρασκευάζειν; οὐκ ἔδει πρὸς τοὺς ὁμοίους
ταύτην ἐπαλεῖψαι πόνους, καὶ ὥσπερ τοῦ καρποῦ ,
οὕτω καὶ τῶνεέργων αὐτῇ τὴν κοινωνίαν περιποιήσα-
σθαις Ἀλλ’ εί καὶ διὰ ταῦτα τὴν ὑποστροφὴν οὐκ
εὖδοκεῖς, διὰ δὲτὸ ἀνίαις μὴ περιϐαλεῖν ταῖς σφο-
δροτέραις, ἐχρῆν· διά τὸ μὴ ὀδύνας αὐτῇ τῷ τῆς
ἀποδημίας ἀδήλῳ προξενίσαι · διὰ τὸ μὴ τῷ ἀφανεῖ
τῆς ἀπουσίας μυρίαις ταῖς κατατρυχούσαις ἐπινοίαις
ἐπιπλῆξαι. Ἔδει δὲ καὶ τά κατ¹ οἷκον εὐπρεπῶς
διαθέμενον ‹, οὓτω πρὸς τά καταθύμια στέλλεσθαιξ
Ἦ οὐδὲ τοῦ περιουσίου φροντίζεις πλούτου , οὐδὲ
πρὸς τὴν τῶν ὑπαρχόντων ἐπιστρέφῃ κτῆσιν, ὡς
ἀσυνδύαστος σὺ πρὸς τὰ φαινόμενα καλὰ, κού⁸ ἀκρά-
τητος τῇ συνεχούσῃ τῶν ἡδέων ἀνάγκῃ; Ναὶ , φησὶν
ὁ δίκαιος · οὐδὲν τούτων ἱκανὸν τῆς τοῦ Θεοῦ διατε-
μεῖν προσομιλίαςο οὐ φύσεως ἑνότης· οὐκ οἰκείων
συνάφειαβ οὐ πλούτου περιουσίαν οὐ ’,φίλων ἑταιρία.
Οὐδὲν ὃ τι τῶν ὁρωμένων τερπνῶν, τῆς ἀοράτου με
τῶν καλῶν ἐφέσεως ἀπαγαγεῖν οἷόν τε ἂν εἴη. Ἀγὼν
πρόκειται τῶν ἐπιπόνων δεήσεων, μόνον ἐπὶ τὴν
πάλην γυμνὸν ἐκκαλούμενος, ἀφείσθω πάντα τὰ τον
δρόμον διατέμνοντα. Μηδὲν είη ’τὸ ἐπιπροσθοῦν τῶν
παρόντων, καὶ τι σύντονον παρακατέχον τῆς προθυ-
μίας. Θεοῦ τὰ δεδομένα δωρήματα, Θεῷ παραχω-
picem περιέπεσθαι.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.